• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Eusebius von Caesarea (260-339) Vita Constantini et Oratio ad coetum sanctorum Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Βασιλέως Κωνσταντίνου λόγος ὃν ἔγραψε τῷ τῶν ἁγίων συλλόγῳ

XVIII

1. Παρίσταται δέ μοι καὶ τῶν ἀλλοδαπῶν τι μαρτυριῶν τῆς τοῦ Χριστοῦ θεότητος ἀπομνημονεῦσαι· ἐκ γάρ τοι τούτων δηλονότι καὶ ἡ τῶν βλασφημούντων αὐτὸν διάνοια οἶδεν αὐτὸν θεὸν ὄντα καὶ θεοῦ παῖδα, εἴπερ γοῦν τοῖς ἑαυτῶν λόγοις πιστεύουσιν.

2. ἡ τοίνυν Ἐρυθραία Σίβυλλα, φάσκουσα ἑαυτὴν ἕκτῃ γενεᾷ μετὰ τὸν κατακλυσμὸν γενέσθαι, ἱέρεια ἦν τοῦ Ἀπόλλωνος, διάδημα ἐπ' ἴσης τῷ θρησκευομένῳ ὑπ' αὐτῆς θεῷ φοροῦσα, καὶ τὸν τρίποδα περὶ ὃν ὁ ὄφις εἱλεῖτο περιέπουσα, ἀποφοιβάζουσά τε τοῖς χρωμένοις αὐτῇ, ἠλιθιότητι τῶν γονέων ἐπιδεδωκότων αὐτὴν τοιαύτῃ λατρείᾳ, δι' ἣν ἀσχήμονες θυμοὶ καὶ οὐδὲν σεμνὸν ἐπιγίνεται, κατὰ τὰ αὐτὰ τοῖς ἱστορουμένοις περὶ τῆς Δάφνης. αὕτη τοίνυν εἴσω τῶν ἀδύτων ποτὲ τῆς ἀκαίρου δεισιδαιμονίας προαχθεῖσα καὶ θείας ἐπιπνοίας ὄντως γενομένη μεστή, δι' ἐπῶν περὶ τοῦ θεοῦ τὰ μέλλοντα προεθέσπισεν, σαφῶς ταῖς προτάξεσι τῶν πρώτων γραμμάτων, ἥτις ἀκροστιχὶς λέγεται, δηλοῦσα τὴν ἱστορίαν τῆς τοῦ Ἰησοῦ κατελεύσεως.

Ιδρώσει γὰρ χθών, κρίσεως σημεῖον ὅτ' ἔσται·

Ηξει δ' οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων

Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἅπαντα.

Οψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι

Υψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο,

Σαρκοφόρων ψυχὰς δ' ἀνδρῶν ἐπὶ βήματι κρίνει.

Χέρσος ὅταν ποτε κόσμος ὅλος καὶ ἄκανθα γένηται,

Ρίψωσίν τ' εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα,

Εκκαύσῃ δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν,

Ιχνεῦον ῥήξῃ τε πύλας εἱρκτῆς ἀΐδαο.

Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει,

Τοὺς ἁγίους ἀνόμους τε τὸ πῦρ αἰῶσιν ἐλέγξει,

Οππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει

Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει,

Θρῆνος τ' ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων.

Εκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι,

Οὐρανὸν εἱλίξει, μήνης δέ τε φέγγος ὀλεῖται.

Υψώσει δὲ φάραγγας, ὀλεῖ δ' ὑψώματα βουνῶν.

Υψος δ' οὐκ ἔτι λυγρὸν ἐν ἀνθρώποισι φανεῖται,

Ισά τ' ὄρη πεδίοις ἔσται, καὶ πᾶσα θάλασσα

Οὐκ εἰς πλοῦν εἴξει· γῆ γὰρ φρυχθεῖσα κεραυνῷ,

Σὺν πηγαῖς ποταμοί τε καχλάζοντες λείψουσιν,

Σάλπιγξ δ' οὐρανόθεν φωνὴν πολύθρηνον ἀφήσει,

Ωρύουσα μύσος μέλεον καὶ πήματα κόσμου.

Ταρταρόεν δὲ χάος δείξει τότε γαῖα χανοῦσα,

Ηξουσιν δ' ἐπὶ βῆμα θεοῦ βασιλῆες ἅπαντες.

Ρεύσει δ' οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου,

Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς ἀριδείκετον, οἷον

Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται·

Ανδρῶν εὐσεβέων ζωή, πρόσκομμά τε κόσμου,

Υδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς·

Ράβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει.

Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν

Σωτὴρ ἀθάνατος βασιλεὺς ὁ παθὼν ἕνεχ' ἡμῶν.

5. Καὶ ταῦτα τῇ παρθένῳ δηλαδὴ θεόθεν ἐπέστη προκηρύξαι. μακαρίαν δ' αὐτὴν ἔγωγε κρίνω, ἣν ὁ σωτὴρ ἐξελέξατο προφῆτιν τῆς ἑαυτοῦ περὶ ἡμῶν προμηθείας.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Übersetzungen dieses Werks
Vier Bücher über das Leben des Kaisers Konstantin und des Kaisers Konstantin Rede an die Versammlung der Heiligen (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung