XXXIV.
μία γοῦν τις τῶν αὐτόθι συγκλητικῶν ἀνδρῶν τὴν ἔπαρχον διεπόντων ἐξουσίαν, ὡς ἐπιστάντας τῷ οἴκῳ τοὺς τὰ τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο (Χριστιανὴ δ’ ἦν), τόν τ’ ἄνδρα τὸν αὑτῆς ἔγνω δέους ἕνεκα λαβόντας ἀπάγειν αὐτὴν κελεῦσαι, βραχὺν ὑποπαραιτησαμένη χρόνον, ὡς ἂν τοῦ σώματος τὸν συνήθη περιβάλοιτο κόσμον, εἴσεισιν ἐπὶ τοῦ ταμείου καὶ μονωθεῖσα ξίφος κατὰ τοῦ στέρνου πήγνυσι, θανοῦσά τε παραχρῆμα τὸν μὲν νεκρὸν τοῖς προαγωγοῖς καταλείπει, ἔργοις δ’ ἁπάσης γεγωνοτέροις φωνῆς, ὅτι μόνον χρῆμα ἀήττητόν τε καὶ ἀνώλεθρον ἡ βοωμένη παρὰ Χριστιανοῖς σωφροσύνη πέφυκεν, εἰς πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετέπειτα γενησομένους ἐξέφηνεν. αὕτη μὲν οὖν τοιαύτη τις ὤφθη·