IV.
Ταῦτα δὲ καὶ θεὸς αὐτός, ὃν Κωνσταντῖνος ἐγέραιρεν, ἀρχομένῳ καὶ μεσάζοντι καὶ τελευτῶντι τῆς βασιλείας αὐτῷ [δεξιὸς] παραστάς, ἐναργέσι ψήφοις ἐπιστώσατο, διδασκαλίαν θεοσεβοῦς ὑποδείγματος τὸν ἄνδρα τῷ θνητῷ γένει προβεβλημένος· μόνον γοῦν αὐτὸν τῶν ἐξ αἰῶνος ἀκοῇ βοηθέντων αὐτοκρατόρων οἷόν τινα μέγιστον φωστῆρα καὶ κήρυκα μεγαλοφωνότατον τῆς ἀπλανοῦς θεοσεβείας προστησάμενος, μόνῳ τὰ ἐχέγγυα τῆς αὐτοῦ θεοσεβείας διὰ παντοίων τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν ἐνεδείξατο,