Übersetzung
ausblenden
The Ecclesiastical History of Theodoret (CCEL)
Chapter XXI
At Constantinople the Arians filled a boat with pious presbyters and drove her without ballast out to sea, putting some of their own men on another craft with orders to set the presbyters boat on fire. So, fighting at the same time against both sea and flames, at last they were delivered to the deep, and won the martyrs crown.
At Antioch Valens spent a considerable time, and gave complete license to all who, under cover of the Christian name, pagans, Jews and the rest, preached doctrines contrary to those of the gospel. The slaves of this error even went so far as to perform pagan rites, and thus the deceitful fire which, after Julian, had been quenched by Jovian, was now rekindled by permission of Valens. The rites of Jews, of Dionysus, and of Demeter were now no longer performed in a corner, as they would be in a pious reign, but by revellers running wild in the forum. Valens was a foe to none but them that held the apostolic doctrine. First he drove them from their churches, the illustrious Jovian having given them also the new built church. And when they assembled close up to the mountain cliff to honour their Master in hymns, and enjoy the word of God, putting up with all the assaults of the weather, now of rain, now of snow and cold, and now of violent heat, they were not even suffered this poor protection, and troops were sent to scatter them far and wide.
Edition
ausblenden
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
ηʹ.
Ἐπιστολὴ τοῦ βασιλέως Βαλεντινιανοῦ καὶ Βάλεντος περὶ τοῦ ὁμοουσίου γραφεῖσα πρὸς τὴν Ἀσιανὴν διοίκησιν.
Αὐτοκράτορες Μέγιστοι Ἀεισέβαστοι Νικηταὶ Αὔγουστοι Οὐαλεντινιανὸς καὶ Οὐάλης καὶ Γρατιανὸς ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ἐν κυρίῳ χαίρειν.
« Συνόδου τηλικαύτης συγκροτηθείσης ἐν τῷ Ἰλλυρικῷ καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου λόγου, ἀπέδειξαν οἱ τρισμακαριώτατοι ἐπίσκοποι τὴν τριάδα ὁμοούσιον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· ἥν, οὐδ´ ὅλως ἐκκλίνοντες λειτουργίας τὰς κατὰ τὸ δίκαιον ἐπιβαλλούσας αὐτοῖς, θρησκεύουσι τὴν θρησκείαν τοῦ μεγάλου βασιλέως. Κηρύττειν δὲ ταύτην προσέταξε τὸ ἡμέτερον κράτος, οὕτως μέντοι ἵνα μὴ λέγωσί τινες ὅτι ἀνήκαμεν θρησκείᾳ βασιλέως τοῦ διέποντος τὴν γῆν ταύτην, μὴ ἀνεχόμενοι τοῦ ἐντειλαμένου ἡμῖν τὰ περὶ τῆς σωτηρίας. Ὡς γάρ φησι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἡμῶν, ὅπερ ἐπίκρισιν ταύτην ἔχει· «ἀπόδοτε τὰ τοῦ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ». Τί λέγετε ὑμεῖς, οἱ ἐπίσκοποι καὶ προεστῶτες τοῦ σωτηρίου λόγου; εἰ οὕτως ἔχει τὰ τῆς ἀποδείξεως ὑμῶν, οὕτω μέντοι ἀγαπῶντες ἀλλήλους παύσασθε ἀποχρᾶσθαι ἀξιώματι βασιλέως καὶ μὴ διώκετε τοὺς ἀκριβῶς τῷ θεῷ λειτουργοῦντας, ὧν ταῖς εὐχαῖς καὶ πόλεμοι καταπαύονται ἐπὶ τῆς γῆς καὶ ἀγγέλων ἀποστατῶν ἐπιβάσεις ἀποστρέφονται. Καὶ πάντας δαίμονας φθοριμαίους διὰ δεήσεως ἐπιστομίζουσιν, καὶ τὰ δημόσια κατὰ τοὺς νόμους εἰσκομίζειν ἴσασιν, καὶ οὐκ ἀντιλέγουσι τῇ τοῦ κρατοῦντος ἐξουσίᾳ, ἀλλ´ εἰλικρινῶς καὶ τὴν τοῦ ἄνω θεοῦ βασιλέως ἐντολὴν φυλάττουσι καὶ τοῖς ἡμετέροις νόμοις ὑποτάσσονται. Ὑμεῖς δὲ ἀπειθεῖς ἐδείχθητε εἶναι. Ἡμεῖς μὲν ἐχρησάμεθα τῷ Ἄλφα ἕως τοῦ Ω· ὑμεῖς δὲ ἑαυτοῖς ἀπεδώκατε. Ἡμεῖς μέντοι καθαροὺς ἑαυτοὺς ἀφ´ ὑμῶν εἶναι θέλοντες, ὡς καὶ Πιλᾶτος ἐπὶ τῆς ἐξετάσεως τοῦ ἐν ἡμῖν πολιτευομένου Χριστοῦ, μὴ θέλοντος αὐτὸν ἀνελεῖν, καὶ ὑπὲρ τοῦ παθεῖν τὸν παρακληθέντα ἐπιστραφεὶς ἐπὶ τὰ τῆς Ἀνατολῆς μέρη καὶ αἰτήσας ὕδωρ ἐπὶ χειρῶν, ἐνίψατο αὐτοῦ τὰς χεῖρας λέγων· «ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου», οὕτως καὶ τὸ ἡμέτερον κράτος διὰ παντὸς ἐνετείλατο μὴ διώκειν μήτε ἐπικλύζειν μήτε ζηλοῦν τοὺς ἐργαζομένους τὸ χωρίον τοῦ Χριστοῦ, μήτε τοὺς διοικητὰς ἀπελαύνειν τοῦ μεγάλου βασιλέως, ἵνα μὴ σήμερον μὲν ἐπὶ τοῦ ἡμετέρου κράτους αὔξειν δόξητε, καὶ μεταξὺ τοῦ παρακεκλημένου παθεῖν τὰ τῆς διαθήκης αὐτοῦ, ὡς ἐπὶ Ζαχαρίου τοῦ αἵματος. Ἀλλ´ οἱ μετ´ αὐτοῦ μεταξὺ τῆς ἀφίξεως ὑπὸ τοῦ ἄνωθεν βασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ ἐρράγησαν, παραδοθέντες εἰς κρίσιν θανάτου, μετὰ τοῦ συνδραμόντος αὐτοῖς φθοριμαίου δαίμονος. Τοῦτο προσετάξαμεν ἐπὶ Ἀμιγητίου καὶ Κικερωνίου καὶ Δαμάσου καὶ Λάμπωνος καὶ Βρεντησίου, ἀκροατῶν γενομένων.
ἅπερ καὶ αὐτὰ τὰ πραχθέντα ἀπεστάλκαμεν πρὸς ὑμᾶς, ἵνα γνῶναι ἔχητε τὰ πραχθέντα ἐν τῇ ἐναρέτῳ συνόδῳ. »
Τούτοις συνέζευξε τοῖς γράμμασι καὶ τῆς συνόδου τὰ δόγματα ἐν κεφαλαίῳ ταῦτα δηλώσας·
« Ὁμολογοῦμεν ἀκολούθως τῇ μεγάλῃ καὶ ὀρθοδόξῳ συνόδῳ ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱόν· καὶ οὐχ οὕτω νοοῦμεν τὸ ὁμοούσιον ὡς καὶ πάλαι τινὲς ἐξηγήσαντο μὴ ἀληθινῶς ὑπογράψαντες, καὶ νῦν ἕτεροι πατέρας ἐκείνους καλοῦντες, τὴν δύναμιν τῆς λέξεως ἀθετήσαντες καὶ ἑπόμενοι τοῖς γράψασι τὸ ὅμοιον δηλοῦσθαι διὰ τοῦ ὁμοουσίου, καθ´ ὃ οὐδενὶ τῶν λοιπῶν κτισμάτων τῶν δι´ αὐτοῦ γενομένων ἐμφερὴς ὁ υἱός, ἀλλ´ ἢ μόνῳ τῷ πατρὶ ἀφωμοίωται. Οἱ γὰρ ταῦτα ἐξηγούμενοι κτίσμα ἐξαίρετον ἀσεβῶς τὸν υἱὸν τοῦ θεοῦ δογματίζουσιν. Ἡμεῖς δὲ φρονοῦμεν, ὡς καὶ αἱ σύνοδοι νῦν αἵ τε κατὰ Ῥώμην καὶ ἡ κατὰ Γαλλίαν, μίαν εἶναι καὶ τὴν αὐτὴν οὐσίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἐν τρισὶ προσώποις, ὅ ἐστιν ἐν τρισὶ τελείαις ὑποστάσεσιν. Ὁμολογοῦμεν δὲ κατὰ τὴν ἔκθεσιν τὴν ἐν Νικαίᾳ, καὶ σεσαρκῶσθαι τὸν υἱὸν τοῦ θεοῦ τὸν ὁμοούσιον ἐκ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐν ἀνθρώποις ἐσκηνωκέναι, καὶ πεπληρωκέναι πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν, ἐν γενέσει καὶ πάθει καὶ ἀναστάσει καὶ τῇ εἰς οὐρανοὺς ἀναβάσει· καὶ πάλιν ἥξειν ἀποδιδόντα τὴν ὁμοίωσιν ἡμῖν τὴν θείαν παρ´ ἑαυτοῦ, θεὸν ὄντα σαρκοφόρον καὶ ἄνθρωπον θεοφόρον· καὶ τοὺς τοῖς προειρημένοις ἐναντία φρονοῦντας ἀναθεματίζομεν, καὶ τοὺς μὴ γνησίως ἀναθεματίζοντας τὸν εἰπόντα ὅτι πρὶν γεννηθῆναι οὐκ ἦν ὁ υἱός, ἀλλὰ γράψαντας ὅτι καὶ πρὶν ἐνεργείᾳ γεννηθῆναι δυνάμει ἦν ἐν τῷ πατρί. Τοῦτο γὰρ καὶ ἐπὶ πάντων τῶν κτισμάτων ἐστὶ τῶν μὴ ἀεὶ ὄντων μετὰ τοῦ θεοῦ, καθ´ ὃ ὁ υἱὸς ἀεὶ μετὰ τοῦ πατρός ἐστιν, ἀϊδίῳ γεννήσει γεγεννημένος.»
Ταῦτα μὲν οὖν ὁ βασιλεὺς ἐν κεφαλαίῳ δεδήλωκεν. Ἐγὼ δὲ καὶ αὐτὰ τῆς συνόδου τὰ γράμματα ἐνθήσω τῇ συγγραφῇ.