ιεʹ.
Περὶ τοῦ Σαμοσατέων ζήλου.
Οἱ δὲ τὸ σφέτερον ἄστυ καταλαβόντες καὶ ἀλλήλους παραθήξαντες, προσέμενον τῶν λύκων τὰς προσβολάς.
Διηγήσομαι δὲ καὶ τῆς τούτων πίστεως τὸ θερμόν τε καὶ ἀκραιφνές, ἀδικεῖν νομίζων εἰ μὴ διὰ τῆς συγγραφῆς ἀείμνηστος γένοιτο. Ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου συμμορίας, τοῦ πάντα ἀρίστου ποιμένος τὴν ποίμνην γυμνώσαντες, ἕτερον ἀντ´ ἐκείνου προὐβάλοντο πρόεδρον, οὐδεὶς τῶν τὴν πόλιν ἐκείνην οἰκούντων, οὐ πενίᾳ συζῶν, οὐ πλούτῳ κομῶν, οὐκ οἰκέτης, οὐ χειροτέχνης, οὐ γηπόνος, οὐ φυτοκόμος, οὐκ ἀνήρ, οὐ γυνή, οὐ νέος, οὐ πρεσβύτης, εἰς ἐκκλησιαστικὸν συνήθως ἀφίκετο σύλλογον· μόνος δὲ διῆγεν ἐκεῖνος, οὐδενὸς αὐτὸν οὔτε ὁρῶντος οὔτε λόγου μεταδιδόντος, καίτοι φασὶν αὐτὸν ἐπιεικείᾳ συνεζηκέναι πολλῇ. Ἐρῶ δὲ καὶ τούτου τεκμήριον. Ἐπειδὴ γὰρ λούσασθαι βουληθέντος οἱ οἰκέται τοῦ βαλανείου τὰς θύρας ἔκλεισαν τοὺς εἰσελθεῖν βουλομένους κωλύοντες, πλῆθος πρὸ τῶν θυρῶν θεασάμενος ἀναπετάσαι ταύτας ἐκέλευσε, καὶ ἀδεῶς τοῦ λουτροῦ τοὺς πάντας κοινωνῆσαι προσέταξε. Ταὐτὸ δὲ τοῦτο καὶ ἔνδον ἐν τοῖς θόλοις πεποίηκε. Λουομένῳ γὰρ αὐτῷ παρεστηκότας ἰδών, συμμετασχεῖν τῶν θερμῶν ὑδάτων ἐκέλευσεν· οἱ δὲ σιγῶντες εἱστήκεισαν. Ὁ δὲ τιμὴν τὴν στάσιν ὑπολαβών, θᾶττον ἀναβὰς ἐξελήλυθεν. Οἱ δὲ τοῦ τῆς αἱρέσεως ἄγους καὶ τὸ ὕδωρ μετεσχηκέναι νομίσαντες, ἐκεῖνο μὲν τοῖς ὑπονόμοις παρέπεμψαν, ἕτερον δὲ αὐτοῖς κερασθῆναι προσέταξαν. Τοῦτο μαθὼν ἐκεῖνος ᾤχετο τὴν πόλιν καταλιπών, πόλιν οἰκεῖν ἀπεχθανομένην καὶ κοινὴν δυσμένειαν ἔχουσαν ἀβέλτερον εἶναι νομίσας καὶ λίαν ἀνόητον.
Τοῦ δὲ Εὐνομίου τὰ Σαμόσατα καταλιπόντος (οὕτω γὰρ ὠνομάζετο), Λούκιον αὐτοῖς ἀντ´ ἐκείνου προὐβάλοντο, προφανῆ λύκον καὶ τῶν προβάτων ἐπίβουλον. Ἀλλὰ καὶ ποιμένος ἔρημα ὄντα τὰ πρόβατα τὰ ποιμένων εἰργάζετο· διετέλεσαν γὰρ τὴν ἀποστολικὴν διδασκαλίαν φυλάττοντες ἄσυλον. Ὅπως δὲ καὶ τοῦτον ἅπαντες ἐμυσάττοντο, ἕτερον διδάξει διήγημα. Μειράκια γὰρ δὴ κατὰ τὴν ἀγορὰν σφαῖραν ἀλλήλοις ἀντέπεμπον, τερπόμενα τῇ παιδιᾷ. Τούτου δὲ παριόντος. Συνέβη τὴν σφαῖραν ἐκπεσοῦσαν διὰ τῶν τοῦ ὄνου διαβῆναι ποδῶν. Οἱ δὲ ἀνωλόλυξαν, μύσους ἀναπλησθῆναι τὴν σφαῖραν ὑπειληφότες· ὁ δὲ συνεὶς ἐκέλευσεν ἑνὶ τῶν ἑπομένων προσμεῖναι καὶ γνῶναι τὸ δρώμενον. Οἱ δὲ παῖδες πῦρ ἀνάψαντες καὶ τὴν σφαῖραν διὰ τῆς φλογὸς ἀκοντίσαντες, οὕτω καθαίρειν ὑπέλαβον. Καὶ οἶδα μὲν ὡς μειρακιῶδες τοῦτο καὶ τῆς παλαιᾶς λείψανον συνηθείας· ἱκανὸν δὲ ὅμως τεκμηριῶσαι τὸ μῖσος ὁπόσον εἶχεν ἡ πόλις ἐκείνη περὶ τὴν Ἀρείου συμμορίαν.
Ὁ μέντοι Λούκιος οὐκ ἐζήλωσε τὴν Εὐνομίου πραότητα, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους τῶν ἱερωμένων ἐξοστρακίσαι τοὺς ἄρχοντας ἔπεισε, τοὺς δέ γε διαφερόντως τῶν θείων ὑπερμαχοῦντας δογμάτων εἰς αὐτὰ ἐξέπεμψε τῆς Ῥωμαίων ἡγεμονίας τὰ τέρματα· Εὐόλκιον μὲν διακονίας ἠξιωμένον, εἰς Ὄασιν εἰς τὸ ἔρημον πολυθρύλητον, Ἀντίοχον δέ, καὶ τῇ Εὐσεβίου τοῦ μεγάλου συγγενείᾳ κοσμούμενον (ἀδελφιδοῦς γὰρ αὐτοῦ ἐτύγχανεν ὤν), καὶ πολλοῖς οἰκείοις κατορθώμασι λαμπρυνόμενον, καὶ μὲν δὴ καὶ ἱερωσύνης ἠξιωμένον, εἴς τινα τῆς Ἀρμενίας ἐσχατιάν. Ὅπως δὲ οὗτος τῶν θείων ὑπερήθλει δογμάτων, τὰ μετὰ ταῦτα δηλώσει.
Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τὰς ἰσαρίθμους νίκας καὶ τὸ τῶν μαρτύρων ἐδέξατο τέλος, συνῆλθε μὲν συνήθως τοῦ ἔθνους ἡ σύνοδος, ἀφίκετο δὲ καὶ Ἰοβῖνος, τῆς Πέρρης τηνικαῦτα ἐπίσκοπος ὤν. Ὀλίγον δέ τινα χρόνον οὗτος τῆς τῶν Ἀρειανιζόντων ἠνέσχετο κοινωνίας. Πάντων δὴ οὖν τὸν Ἀντίοχον ψηφισαμένων τοῦ θείου διάδοχον, καὶ παρὰ τὴν ἱερὰν τράπεζαν ἀγαγόντων τε καὶ κλῖναι βιασαμένων τὰ γόνατα, ἐπειδὴ στραφεὶς εἶδε τὸν Ἰοβῖνον τὴν δεξιὰν ἐπιτιθέντα τῇ κεφαλῇ, ἀπεσείσατό τε τὴν χεῖρα καὶ τῶν χειροτονούντων ἀποκριθῆναι προσέταξε, λέγων μὴ ἀνέξεσθαι δεξιᾶς δεξαμένης διὰ βλασφημίας τελεσθέντα μυστήρια. Ἀλλὰ ταῦτα μὲν μετ´ οὐ πολὺν χρόνον ἐγένετο· τότε δὲ εἰς τὴν Ἀρμενίαν τὴν ἐνδοτέραν ἀπήχθη. Ὁ δὲ θεῖος Εὐσέβιος παρὰ τὸν Ἴστρον διῆγε, τῶν Γότθων τὴν Θρᾴκην ληϊζομένων καὶ τὰς πόλεις πολιορκούντων, ὡς τὰ παρ´ ἐκείνου γραφέντα δηλοῖ.