ιγʹ.
Περὶ τῆς τρίτης ἐξορίας αὐτοῦ καὶ φυγῆς.
Ἀλλὰ πάλιν σμικροῦ διεληλυθότος χρόνου Κώνστας μὲν τοῦ βίου τὸ τέρμα κατείληφεν. Κωνστάντιον δὲ οἱ ἄγοντες οὗπερ ἐβούλοντο ἀνέμνησαν τῆς Ἀθανασίου χάριν πρὸς τὸν ἀδελφὸν γεγενημένης διαφορᾶς, καὶ ὡς μικροῦ δεῖν τὰ τῆς φύσεως δεσμὰ διαρρήξαντες πόλεμον ἂν κατ´ ἀλλήλων ἐκίνησαν. Τούτοις ὑπαχθεὶς ὁ Κωνστάντιος οὐκ ἐλαθῆναι μόνον ἀλλὰ καὶ σφαγῆναι τὸν θεῖον προσέταξεν Ἀθανάσιον, καί τινα Σεβαστιανὸν ἐξέπεμψε στρατηγὸν μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης, ἀνελεῖν κελεύσας ὡς ἀλιτήριον. Ὅπως δὲ καὶ οὗτος ἐπεστράτευσε κἀκεῖνος διέφυγεν, αὐτὸς ὁ ταῦτα πεπονθὼς καὶ παραδόξως σωθεὶς κάλλιον διηγήσεται. Ἐν γὰρ τῇ τῆς φυγῆς Ἀπολογίᾳ ταῦτα διέξεισιν·
« Ἐξετασάτωσαν ὅμως καὶ τὸν τρόπον τῆς ἀναχωρήσεως καὶ μανθανέτωσαν παρὰ τῶν ἰδίων. Ἦσαν γὰρ Ἀρειανοὶ συνδραμόντες τοῖς στρατιώταις εἰς τὸ παροξύνειν αὐτοὺς καὶ ἀγνοοῦσι δεικνύναι ἡμᾶς. Καὶ εἰ καὶ οὕτως ἀσυμπαθεῖς τυγχάνουσιν, ἀλλὰ κἂν ἀκούοντες ἠρεμείτωσαν αἰσχυνόμενοι. Νὺξ μὲν γὰρ ἤδη ἦν καὶ τοῦ λαοῦ τινες ἐπαννύχιζον, προσδοκωμένης συνάξεως. Ὁ δὲ στρατηλάτης ἐξαίφνης ἐπέστη μετὰ στρατιωτῶν πλέον ἢ πεντακισχιλίων, ἐχόντων ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη καὶ ῥόπαλα, καθὰ καὶ πρότερον εἴρηται. Καὶ τὴν μὲν ἐκκλησίαν αὐτὸς περιεκύκλωσε στήσας τοὺς στρατιώτας σύνεγγυς, ὡς μὴ δύνασθαί τινας ἐξελθόντας ἀπὸ τῆς ἐκκλησίας παρελθεῖν αὐτούς. Ἐγὼ δὲ ἄλογον ἡγούμενος ἐν τοσαύτῃ συγχύσει καταλεῖψαι τοὺς λαοὺς καὶ μὴ μᾶλλον προκινδυνεύειν αὐτῶν, καθεσθεὶς ἐπὶ τοῦ θρόνου προέτρεπον τὸν μὲν διάκονον ἀναγινώσκειν ψαλμόν, τοὺς δὲ λαοὺς ὑπακούειν «ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ», καὶ πάντας οὕτως ἀναχωρεῖν καὶ εἰς τοὺς οἴκους ἀπιέναι. Ἀλλὰ τοῦ στρατηλάτου λοιπὸν ἐπεισελθόντος καὶ τῶν στρατιωτῶν περιλαβόντων τὸ ἱερατεῖον ἕνεκεν τοῦ συλλαβεῖν ἡμᾶς, οἱ μὲν εὑρεθέντες ἐκεῖ κληρικοὶ καὶ οἱ ἀπὸ τῶν λαῶν ἐβόων καὶ ἠξίουν ἀναχωρεῖν ἤδη καὶ ἡμᾶς. Ἐγὼ δὲ μᾶλλον ἀντέλεγον μὴ πρότερον ἀναχωρήσειν εἰ μὴ πάντες καθ´ ἕκαστον ὑπεξέλθοιεν. Ἀναστὰς οὖν καὶ προστάξας εὐχήν, οὕτως ἀντηξίουν ἀπιέναι τοὺς πάντας, βέλτιον εἶναι λέγων ἐμὲ κινδυνεύειν ἢ βλαβῆναί τινας ἐξ ὑμῶν. Ἐξελθόντων τοίνυν τῶν πλείστων καὶ τῶν λοιπῶν ἐπακολουθούντων, οἱ σὺν ἡμῖν ὄντες ἐκεῖ μοναχοὶ καί τινες τῶν κληρικῶν ἀνελθόντες εἵλκυσαν ἡμᾶς. Καὶ οὕτως ἐπὶ μάρτυρι τῇ ἀληθείᾳ, τῶν στρατιωτῶν τῶν μὲν περιεστηκότων τὸ ἱερατεῖον τῶν δὲ περιερχομένων τὴν ἐκκλησίαν, διήλθομεν τοῦ κυρίου ὁδηγοῦντος καὶ αὐτοῦ φυλάττοντος, καὶ λαθόντες αὐτοὺς ἀνεχωρήσαμεν δοξάζοντες μεγάλως αὐτὸν τὸν θεόν, ὅτι μήτε προδεδώκαμεν τὸν λαόν, ἀλλὰ καὶ προπέμψαντες αὐτούς, διασωθῆναι καὶ διαφυγεῖν τὰς χεῖρας τῶν ζητούντων ἠδυνήθημεν. »