• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Theodoret von Cyrus (393-466) Historia Ecclesiastica ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Τὰ κεφάλαια τοῦ γʹ λόγου

ιγʹ.

Τὰ κατὰ Ἰουλιανὸν τὸν θεῖον αὐτοῦ.

Ἀλλὰ τῶν δυσσεβῶν τούτων καὶ μανικῶν τολμημάτων οὐκ εἰς μακρὰν ἔτισαν δίκας. Ἰουλιανὸς μὲν γὰρ παραυτίκα νόσῳ χαλεπῇ περιπεσὼν ὑπὸ σηπεδόνος διεφθάρη τὰ ἔγκατα, καὶ τὴν κόπρον οὐκέτι διὰ τῶν ἀποκριτικῶν μορίων παρέπεμπεν, ἀλλὰ τὸ μυσαρὸν στόμα, τὸ τῆς βλασφημίας γενόμενον ὄργανον, ἀποκρίσεως ἐγένετο μόριον. Φασὶ δὲ αὐτοῦ τὴν γυναῖκα πίστει λαμπρυνομένην ταῦτα φάναι πρὸς τὸν ὁμόζυγα·

« Ὑμνεῖν, ὦ ἄνερ, προσήκει τὸν σωτῆρα Χριστόν, ὅτι σοι διὰ τῆς παιδείας τὴν οἰκείαν ὑπέδειξε δύναμιν· οὐ γὰρ ἂν ἔγνως τίς ὁ παρὰ σοῦ πολεμούμενος, εἰ τῇ συνήθει μακροθυμίᾳ χρησάμενος ταύτας σοι τὰς θεηλάτους πληγὰς οὐκ ἐπήγαγεν».

ἐκ τῶνδε τῶν λόγων καὶ τῶν ἐπικειμένων παθῶν συνεὶς τῆς νόσου τὴν αἰτίαν ὁ δείλαιος ἀποδοῦναι τὴν ἐκκλησίαν τὸν βασιλέα ἱκέτευσε τοῖς ταύτης ἐστερημένοις· ἀλλ´ οὔτε ἐκεῖνον ἔπεισε καὶ αὐτὸς τοῦ βίου τὸ τέλος ἐδέξατο. Ὁ δὲ Φίλιξ ἐξαπίνης θεήλατον καὶ αὐτὸς δεξάμενος μάστιγα αἷμα πανημέριόν τε καὶ παννύχιον ἐκ τοῦ στόματος ἔφερε, τῶν ἀγγείων τοῦ σώματος πάντοθεν εἰς τοῦτο συρρεόντων τὸ μόριον. Οὕτω δὲ παντὸς δαπανηθέντος τοῦ αἵματος, ἀπέσβη καὶ οὗτος καὶ τῷ αἰωνίῳ παρεπέμφθη θανάτῳ. Οὗτοι μὲν οὖν τῆς δυσσεβείας ταύτας ἔτισαν τὰς δίκας.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Übersetzungen dieses Werks
Histoire de l'Église vergleichen
Kirchengeschichte (BKV) vergleichen
The Ecclesiastical History of Theodoret (CCEL) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung