• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Dionysius Areopagita, ps. (520) De caelesti hierarchia ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄

3.

Ἀλλὰ καὶ ἀνθρωπομόρφους αὐτοὺς ἀναγράφουσι διὰ τὸ νοερὸν καὶ τὸ πρὸς τὸ ἄναντες ἔχειν τὰς ὀπτικὰς δυνάμεις καὶ τὸ τοῦ σχήματος εὐθὺ καὶ ὄρθιον καὶ τὸ κατὰ φύσιν ἀρχικὸν καὶ ἡγεμονικὸν καὶ τὸ κατ' αἴσθησιν μὲν ἐλάχιστον ὡς πρὸς τὰς λοιπὰς τῶν ἀλόγων ζῴων δυνάμεις, κρατητικὸν δὲ πάντων τῆ τοῦ νοῦ κατὰ περιουσίαν δυνάμει καὶ τῇ κατὰ λογικὴν ἐπιστήμην ἐπικρατείᾳ καὶ κατὰ τὸ φύσει τῆς ψυχῆς ἀδούλωτον καὶ ἀκράτητον.

Ἔστι δὲ καὶ καθ' ἕκαστον ὡς οἶμαι τῆς σωματικῆς ἡμῶν πολυμερείας εἰκόνας ἐναρμονίους ἐξευρεῖν τῶν οὐρανίων δυνάμεων φάσκοντας τὰς μὲν ὀπτικὸις ἐμφαίνειν δυνάμεις τὴν πρὸς τὰ θεῖα φῶτα διειδεστάτην ἀνάνευσιν καὶ αὖθις τὴν ἁπαλὴν καὶ ὑγρὰν καὶ οὐκ ἀντίτυπον, ἀλλ' ὀξυκίνητον καὶ καθαρὰν καὶ ἀναπεπταμένην ἀπαθῶς ὑποδοχὴν τῶν θεαρχικῶν ἐλλάμψεων, τὰς δὲ τῶν ὀσφραντῶν διακριτικὰς δυνάμεις τὸ τῆς ὑπὲρ νοῦν εὐώδους διαδόσεως ὡς ἐφικτὸν ἀντιληπτικὸν καὶ τῶν μὴ τοιούτων ἐν ἐπιστήμῃ διακριτικὸν καὶ ὁλικῶς ἀποφευκτικόν, τὰς δὲ τῶν ὤτων δυνάμεις τὸ μετοχικὸν καὶ γνωστικῶς ὑποδεκτικὸν τῆς θεαρχικῆς επιπνοίας, τὰς δὲ γευστικὰς τὴν τῶν νοητῶν τροφῶν ἀποπλήρωσιν καὶ τὸ τῶν θείων καὶ τροφίμων ὀχετῶν ὑποδεκτικόν, τὰς ἁπτικὰς δὲ τὸ τοῦ προσφυοῦς ἢ τοῦ βλάπτοντος ἐν ἐπιστήμη διαγνωστικόν, τὰ βλέφαρα δὲ καὶ τὰς ὀφρύας τὸ τῶν θεοπτικῶν νοήσεων φρουρητικόν, τὴν ἡβῶσαν δὲ καὶ νεανικὴν ἡλικίαν τὸ τῆς ἐπακμαζούσης ἀεὶ ζωτικῆς δυνάμεως, τοὺς ὀδόντας δὲ τὸ διαιρετικὸν, τῆς ἐνδιδομένης τροφίμου τελειότητος (ἑκάστη γὰρ οὐσία νοερα τὴν δωρουμένην αὐτῇ πρὸς τῆς θειοτέρας ἑνοειδῆ νόησιν προνοητικῇ δυνάμει διαιρεῖ καὶ πληθεύει πρὸς τὴν τῆς καταδεεστέρας ἀναγωγικὴν ἀναλογίαν), τοὺς ὤμους δὲ καὶ τὰς ὠλένας καὶ αὖθις τὰς χεῖρας τὸ ποιητικὸν καὶ ἐνεργητικὸν καὶ δραστήριον, τὴν δ' αὖ καρδίαν σύμβολον εἶναι τῆς θεοειδοῦς ζωῆς τῆς τὴν οἰκείαν ζωτικὴν δύναμιν αγαθοειδῶς εἰς τὰ προνοούμενα διασπειρούσης, τὰ στέρνα δὲ αὖθις ἐμφαίνειν τὸ ἀδάμαστον καὶ τὸ φρουρητικὸν ὡς ἐπὶ τῆς ὑποκειμένης καρδίας τῆς ζωοποιοῦ διαδόσεως, τὰ δὲ νῶτα τὸ συνεκτικὸν τῶν ζωογόνων ἁπασῶν δυνάμεων, τοὺς πόδας δὲ τὸ κινητικὸν καὶ ὀξὺ καὶ ἐντρεχὲς τῆς ἐπὶ τὰ θεῖα πορευτικῆς ἀεικινησίας. Διὸ καὶ ὑποπτέρους ἡ θεολογία τοὺς τῶν ἁγίων νοῶν ἐσχημάτισε πόδας. Τὸ γὰρ πτερὸν ἐμφαίνει τὴν ἀναγωγικὴν ὀξύτητα καὶ τὸ οὐράνιον καὶ τὸ πρὸς τὸ ἄναντες ὁδοποιητικὸν καὶ τὸ παντὸς χαμαιζήλου διὰ τὸ ἀνώφορον ἐξῃρημένον, ἡ δὲ τῶν πτερῶν ἐλαφρία τὸ κατὰ μηδὲν πρόσγειον, ἀλλ᾽ ὅλον ἀμιγῶς καὶ ἀβαρῶς ἐπὶ τὸ ὑψηλὸν ἀναγόμενον, τὸ δὲ γυμνὸν καἵ ἀνυπόδετον τὸ ἄφετον καὶ εὔλυτον καὶ ἄσχετον καὶ καθαρεῦον τῆς τῶν ἐκτὸς προσθήκης καὶ τὸ πρὸς τὴν ἁπλότητα τὴν θείαν ὡς ἐφικτὸν ἀφομοιωτικόν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
Übersetzungen dieses Werks
Himmlische Hierarchie (BKV) vergleichen
Himmlische Hierarchie (Edith Stein) vergleichen
Le livre de la hierarchie celeste vergleichen
Kommentare zu diesem Werk
Einleitung zur Himmlischen und Kirchlichen Hierarchie

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung