III, 35.
Ἀμέλει τὴν βρῶσιν τῶν ἱεροθύτων ἀπαγορεύων πάλιν [10] ἀδιαφορεῖν περὶ τούτων διδάσκει, λέγων μὴ δεῖν πολυπραγμονεῖν μηδ᾿ ἐξετάζειν, ἀλλ᾿ ἐσθίειν κἂν ἱερόθυτα ᾖ , μόνον ἐάν τις μὴ προείπῃ· ἐν οἷς ἱστόρηται λέγων · Ἃ θύουσι, δαιμονίοις Θύουσιν · οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. ταῦτα λέγων καὶ γράφων πάλιν ἀδιαφόρως περὶ [15] τῆς βρώσεως γράφει λέγων· Οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ οὐδεὶς θεὸς εἰ μὴ εἷς, καὶ μετ᾿ ὀλίγα · Βρῶμα ὑμᾶς οὐ παραστήοει τῷ θεῳ, οὔτε ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν οὐ φάγωμεν ὑστερούμεθα, εἶτα μετὰ τοσαύτην τερθρείας ἀδολεσχίαν ὥσπερ ἐν κλίνῃ κείμενος ἀπεμηρυκήσατο [20] φάς· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· τοῦ κνρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς· ὦ σκηνῆς παίγνιον πρὸς μηδενὸς εὑρεθέν, ὦ φωνῆς ἀλλόκοτον ῥῆμα καὶ ἀσύμφωρον. ὦ λόγος αὐτὸς ἑαυτὸν τῇ μαχαίρᾳ χειρούμενος. ὦ καινοτέρα τοξεία κατὰ τοῦ [25] βάλλοντος ἐρχομένη καὶ πίπτουσα.1
-
11 I Kor. 10, 28
12 ff I Kor. 10, 20 (desunt καὶ οὐ θεῷ cum m56Tert., Ambrosiaster
15 f I Kor. 8,4 (omnes excepto L: καὶ ὅτι οὐδεὶς)
16 ff I Kor. 8, 8 (ὑμᾶς cum א **17 37 108 116 118, lect., Damasus; cett. ἡμᾶς — μὴ φάγωμεν cett. omnes)
17 ὑμᾶς Cod, ἡμᾶς Blondel
17 f περισεύομεν Cod
18 ἐὰν οὐ non muto — εἶτα in ext. marg. prim, manus
19 τερθρίας Cod — ἀπεμηρυκήαατο: ἁπ. λεγ., ἀνεμηρυκήσατο Blondel
20 ff I Kor. 10, 25. 26 ↩