ΙV, 5.
[5] Ἔνι καὶ ἕτερον ἐκ τοῦ φανεροῦ λαβεῖν ἀμφίβολον ὧδε ῥημάτιον, ἔνθα φηςὶν ὁ Χριστός· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ; πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μον λέγοντες· ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. καὶ ἰδοὺ [10] τριακόσια ἢ καὶ περαιτέρω διΐππευσεν ἔτη καὶ οὐδεὶς οὐδαμοῦ τοιοῦτος ἐπέστη· μή τί γε Ἀπολλώνιον τὸν Τυανέα φήσετε ἄνδρα φιλοσοφίᾳ πάςῃ κεκοσμημένον; ἕτερον δ' οὐκ εὕροιτε· ἀλλ᾿ οὐ περὶ ἑνὸς ἀλλὰ περὶ πολλών λέγει· ἐγερθήσονται.1
-
7 ἡμᾶς Cod
7 ff Matth. 24, 4 f
10 διΐππευσεν non corrigo ↩