• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Makarios Magnes Kritik des Neuen Testaments

IV,19.

[20] [Ὅδ᾿ ὥσπερ ἔκ τινος κινηθεὶς μετεώρου διατριβῆς ‘Ομηρικὸν ἡμῖν ἔπος μετὰ γελοιασμοῦ κατέτεινεν ἱκανοῦ φάς]· Εὐλόγως Ὅμηρὸς τὴν ἀνδρείαν τῶν Ἑλλήνων ἅτε πεπαιδευμένην ἡσυχάζειν ἐπέταττε, τὴν δ᾿ ἀνίδρυτον τοῦ Ἕκτορος [25] γνώμην ἐδημοσίευσεν, ἐμμέτρῳ λόγῳ δημηγορῶν τοῖς Ἔλλησι. Σχέσθ’, Ἀργεῖοι, λέγων, μὴ βάλλετε, κοῦροι Ἀχαίων· στεῦται γὰρ τοι ἔπος ἐρέειν καρυθαίολος Ἕκτωρ, καὶ νῦν ἐφ᾿ ἡσχίας ὧδε πάντες καθεδούμεθα· ἐπαγγέλλεται γὰρ ἡμῖν καὶ διαβεβαιοῦται ὁ τῶν χριστιανικῶν δογμάτων ὑφηγητὴς τὰ σκοτεινὰ1 S. 84τῶν γραφῶν ἑρμηνευειν κεφάλαια, λέγε δ’ ούν ἡμῖν, ὠ τᾶν, παρακολουθοῦσι τοῖς ὑπὸ σοῦ φραζομένοις, τί φησιν ὁ ἀπόστολος · Ἀλλὰ ταῦτα τίνες ἦτε (δῆλον δ᾿ ὅτι τὰ φαῦλα), ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθηχε ἐν τῷ [5] ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν. θαυμάζομεν γὰρ καὶ ὄντως ἐπὶ τοῖς τοιούτοις τὴν ψυχὴν ἀπορούμεθα, εἰ τοσούτων μολυσμῶν καὶ μιασμῶν ἄνθρωπος ἅπαξ ἀπολουσάμενος ὀφθήσεται καθαρός, εἰ τοσαύτῆς βλακείας ἀναμεμαγμένος κηλῖδας ἐν τῷ βίῳ, πορνείας, [10] μοιχείας, μέθης, κλοπῆς, ἀρσενοκοιτιάς, φαρμακείας καὶ μυρίων φαύλων καὶ μυσαρῶν πραγμάτων, μόνον βαπτισθεὶς καὶ ἐπικαλεσάμενος τὸ ὄνομα τὸν Χριοτοῦ ἐλευθεροῦται ῥᾷον καὶ τὸ πᾶν ἅγος καθάπερ ὄφις παλαιὸν ἀποδύεται θώρακα, τίς οὐκ ἂν ἐντεῦθεν ῥητοῖς καὶ ἀρρήτοις ἐπιτολμήσῃ κακοῖς καὶ δράςῃ [15] τὰ μήτε λόγῳ ῥητὰ μήτ᾿ ἔργοις φορητά, γνοὺς ὡς τῶν τοσούτων ἐναγεστάτων ἔργων λήψεται τὴν ἀπόλυσιν. μόνον πιστεύσας καὶ βαπτισάμενος καὶ συγγνώμης τνχεῖν ἐλπίσας μετὰ ταῦτα παρὰ τοῦ μέλλοντος κρῖναι τοὺς ζῶντάς τε καὶ τοὺς νεκρούς; ταύτ᾿ ἁμαρτάνειν προτρέπεται τὸν ἀκούοντα, ταύτ᾿[20] ἐφ᾿ ἑκάστης πράττειν διδάσκεται τὰ ἀθέμιτα, ταύτ᾿ οἶδεν ἐξορίσαι καὶ τοῦ νόμου τὴν παίδευσιν καὶ τὸ δίκαιον αὐτὸ κατὰ τῶν ἀδίκων μηδὲν ἰσχύειν ὅλως, ταῦτ᾿ εἰσάγει τὴν ἄθεσμον ἐν κόσμῳ πολιτείαν καὶ δογματίζει τὴν ἀσέβειαν ὅλως μὴ δεδοικέναι, ὁπότε μυρίων ἀδικημάτων σωρὸν μόνον βαπτισάμενος [25] ἄνθρωπος ἀποτίθεται. καὶ τοῦτο μὲν ὧδε τὸν λόγον τὸ κομψὸν πλάσμα.2


  1. 25 ἐνμέτρῳ λόγου Cod

    26 f Ilias III, 83 (ἴσχεσθ᾿ .... γάρ τι)  ↩

  2. 3 ff I Kor. 6, 11 (ἀλλὰ primum solus noster, καὶ cett.); Macarius p. 206, 11 offert: Kaὶ ταῦτα τίνες κτλ. et τοῦ κυρίου ἡμῶν (ἡμῶν etiam p. 208, 22 et 210, 2, cf. Cod. BC; noster facit cum א AD d e Iren., Tertull.)

    3 ff ἀλλὰ om., add. in marg. pr. manus

    6 ἡμών add. sec. manus ὄντως in marg. incerta manus, οὕτως in textu pr. manus

    16 f Mark. 16, 16

    18 f II Tim. 4, 1

    20 εἶδεν Cod, οἶδεν Blondel, verum non inveni  ↩

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Kritik des Neuen Testaments
Übersetzungen dieses Werks
Die Quästionen des griechischen Philosophen vergleichen
Kommentare zu diesem Werk
Kommentar zur Kritik des Neuen Testaments

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung