• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Justin Martyr (100-165) Dialogus cum Tryphone Dialogus cum Tryphono Judaeo

97

1. Καὶ γὰρ οὐδὲ τὸ μέχρις ἑσπέρας μεῖναι τὸν προφήτην Μωυσῆν, ὅτε τὰς χεῖρας αὐτοῦ ὑπεβάσταζον Ὣρ καὶ Ἀαρών, ἐπὶ τοῦ σχήματος τούτου εἰκῆ γέγονε. καὶ γὰρ ὁ κύριος σχεδὸν μέχρις ἑσπέρας ἔμεινεν ἐπὶ τοῦ ξύλου, καὶ πρὸς ἑσπέραν ἔθαψαν αὐτόν· εἶτα ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ. τοῦτο διὰ Δαυεὶδ οὕτως ἐκπεφώνητο· Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντελάβετό μου. 2 καὶ διὰ Ἠσαίου ὁμοίως εἴρητο περὶ τούτου, δι' οὗ τρόπου ἀποθνήσκειν ἔμελλεν, οὕτως· Ἐξεπέτασά μου τὰς χεῖρας ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ. καὶ ὅτι ἔμελλεν ἀνίστασθαι, αὐτὸς Ἠσαίας ἔφη Ἡ ταφὴ αὐτοῦ ἦρται ἐκ τοῦ μέσου, καὶ Δώσω τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. 3 καὶ ἐν ἄλλοις πάλιν λόγοις Δαυεὶδ εἰς τὸ πάθος καὶ τὸν σταυρὸν ἐν παραβολῇ μυστηριώδει οὕτως εἶπεν ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. ὅτε γὰρ ἐσταύρωσαν αὐτόν, ἐμπήςσοντες τοὺς ἥλους τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ ὤρυξαν, καὶ οἱ σταυρώσαντες αὐτὸν ἐμέρισαν τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, λαχμὸν βάλλοντες ἕκαστος κατὰ τὴν τοῦ κλήρου ἐπιβολὴν ὃ ἐκλέξασθαι ἐβεβούλητο. 4 καὶ τοῦτον αὐτὸν τὸν ψαλμὸν οὐκ εἰς τὸν Χριστὸν εἰρῆσθαι λέγετε, κατὰ πάντα τυφλώττοντες, καὶ μὴ συνιέντες ὅτι οὐδεὶς ἐν τῷ γένει ὑμῶν λεχθείς ποτε βασιλεὺς χριστὸς πόδας καὶ χεῖρας ὠρύγη ζῶν καὶ διὰ τούτου τοῦ μυστηρίου ἀποθανών, τοῦτ' ἔστι τοῦ σταυρωθῆναι, εἰ μὴ μόνος οὗτος ὁ Ἰησοῦς.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Dialogus cum Tryphono Judaeo
Translations of this Work
Dialog mit dem Juden Trypho (BKV) Compare
Dialogue de Saint Justin avec le juif Tryphon Compare
Dialogue of Justin, Philosopher and Martyr, with Trypho, a Jew Compare
Commentaries for this Work
Einleitung
Introductory Note to the Writings of Justin Martyr

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy