• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Clement of Alexandria (150-215) Quis dives salvetur

XXIII.

Νόμισον εἶναι τὸ πρᾶγμα διαδικασίαν. ὁ μὲν πατήρ σοι δοκείτω παρεστὼς λέγειν «ἐγώ σε ἔσπειρα καὶ ἔθρεψα, ἀκολούθει μοι καὶ συναδίκει καὶ μὴ πείθου τῷ Χριστοῦ νόμῳ» καὶ ὁπόσα ἂν εἴποι βλάσφημος ἄνθρωπος καὶ νεκρὸς τῇ φύσει. ἑτέρωθεν δὲ ἄκουε τοῦ σωτῆρος· «ἐγώ σε ἀνεγέννησα, κακῶς ὑπὸ κόσμου πρὸς θάνατον γεγεννημένον, ἠλευθέρωσα, ἰασάμην, ἐλυτρωσάμην· ἐγώ σοι παρέξω ζωὴν ἄπαυστον, αἰώνιον, ὑπερκόσμιον· ἐγώ σοι δείξω θεοῦ πατρὸς ἀγαθοῦ πρόσωπον· «μὴ κάλει σεαυτῷ πατέρα ἐπὶ γῆς·» «οἱ νεκροὶ τοὺς νεκροὺς θαπτέτωσαν, σὺ δέ μοι ἀκολούθει·» ἀνάξω γάρ σε εἰς ἀνάπαυσιν <καὶ ἀπόλαυσιν> ἀρρήτων καὶ ἀλέκτων ἀγαθῶν, «ἃ μήτε ὀφθαλμὸς εἶδε μήτε οὖς ἤκουσε μήτε ἐπὶ καρδίαν ἀνθρώπων ἀνέβη, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι καὶ ἰδεῖν ἅπερ ἡτοίμασεν ὁ θεὸς τοῖς ἁγίοις ἀγαθὰ καὶ τοῖς φιλοῦσιν αὐτὸν τέκνοις,» ἐγώ σου τροφεὺς ἄρτον ἐμαυτὸν διδούς, οὗ γευσάμενος οὐδεὶς ἔτι πεῖραν θανάτου λαμβάνει, καὶ πόμα καθ' ἡμέραν ἐνδιδοὺς ἀθανασίας· ἐγὼ διδάσκαλος ὑπερουρανίων παιδευμάτων· ὑπὲρ σοῦ πρὸς τὸν θάνατον διηγωνισάμην καὶ τὸν σὸν ἐξέτισα θάνατον, ὃν ὤφειλες ἐπὶ τοῖς προημαρτημένοις καὶ τῇ πρὸς θεὸν ἀπιστίᾳ.» τούτων τῶν λόγων ἑκατέρωθεν διακούσας ὑπὲρ σεαυτοῦ δίκασον καὶ τὴν ψῆφον ἀνένεγκε τῇ σαυτοῦ σωτηρίᾳ· κἂν ἀδελφὸς ὅμοια λέγῃ κἂν τέκνον κἂν γυνὴ κἂν ὁστισοῦν, πρὸ πάντων ἐν σοὶ Χριστὸς ὁ νικῶν ἔστω· ὑπὲρ σοῦ γὰρ ἀγωνίζεται.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Quis dives salvetur
Translations of this Work
Salvation of the Rich Man Compare
Welcher Reiche wird gerettet werden? (BKV) Compare
Commentaries for this Work
Elucidations on the Salvation of the Rich Man
Introductory Note to Clement of Alexandria

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy