• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Clement of Alexandria (150-215) Quis dives salvetur

XXVIII.

Δευτέραν δὲ τάξει καὶ οὐδέν τι μικροτέραν ταύτης εἶναι λέγει τό· «ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν·» οὐκοῦν τὸν θεὸν ὑπὲρ σεαυτόν. πυνθανομένου δὲ τοῦ προσδιαλεγομένου «τίς ἐστιν πλησίον;» οὐ τὸν αὐτὸν τρόπον Ἰουδαίοις προωρίσατο τὸν πρὸς αἵματος οὐδὲ τὸν πολίτην οὐδὲ τὸν προσήλυτον οὐδὲ τὸν ὁμοίως περιτετμημένον οὐδὲ τὸν ἑνὶ καὶ ταὐτῷ νόμῳ χρώμενον· ἀλλὰ ἄνωθεν καταβαίνοντα ἀπὸ Ἱερουσαλὴμ ἄγει τῷ λόγῳ τινὰ εἰς Ἱεριχὼ καὶ τοῦτον δείκνυσιν ὑπὸ λῃστῶν συγκεκεντημένον, ἐρριμμένον ἡμιθνῆτα ἐπὶ τῆς ὁδοῦ, ὑπὸ ἱερέως παροδευόμενον, ὑπὸ Λευίτου παρορώμενον, ὑπὸ δὲ τοῦ Σαμαρείτου τοῦ ἐξωνειδισμένου καὶ ἀφωρισμένου κατελεούμενον, ὃς οὐχὶ κατὰ τύχην ὡς ἐκεῖνοι παρῆλθεν, ἀλλ' ἧκε συνεσκευασμένος ὧν ὁ κινδυνεύων ἐδεῖτο, οἶνον, ἔλαιον, ἐπιδέσμους, κτῆνος, μισθὸν τῷ πανδοχεῖ, τὸν μὲν ἤδη διδόμενον, τὸν δὲ προσυπισχνούμενον. «τίς», ἔφη, «τούτων γέγονε πλησίον τῷ τὰ δεινὰ παθόντι;» τοῦ δὲ ἀποκριναμένου ὅτι «ὁ τὸν ἔλεον πρὸς αὐτὸν ἐπιδειξάμενος· καὶ σὺ τοίνυν πορευθεὶς οὕτω ποίει», ὡς τῆς ἀγάπης βλαστανούσης εὐποιίαν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Quis dives salvetur
Translations of this Work
Salvation of the Rich Man Compare
Welcher Reiche wird gerettet werden? (BKV) Compare
Commentaries for this Work
Elucidations on the Salvation of the Rich Man
Introductory Note to Clement of Alexandria

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy