• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Clement of Alexandria (150-215) Quis dives salvetur

XXXII.

ὢ καλῆς ἐμπορίας, ὢ θείας ἀγορᾶς· ὠνεῖται χρημάτων τις ἀφθαρσίαν, καὶ δοὺς τὰ διολλύμενα τοῦ κόσμου μονὴν τούτων αἰώνιον ἐν οὐρανοῖς ἀντιλαμβάνει. πλεῦσον ἐπὶ ταύτην. ἂν σωφρονῇς. τὴν πανήγυριν, ὦ πλούσιε, κἂν δέῃ, περίελθε γῆν ὅλην, μὴ φείσῃ κινδύνων καὶ πόνων, ἵν' ἐνταῦθα βασιλείαν οὐράνιον ἀγοράσῃς. τί σε λίθοι διαφανεῖς καὶ σμάραγδοι τοσοῦτον εὐφραίνουσι καὶ οἰκία, τροφὴ πυρὸς ἢ χρόνου παίγνιον ἢ σεισμοῦ πάρεργον ἢ ὕβρισμα τυράννου; ἐπιθύμησον ἐν οὐρανοῖς οἰκῆσαι καὶ βασιλεῦσαι μετὰ θεοῦ, ταύτην σοὶ τὴν βασιλείαν ἄνθρωπος δώσει θεὸν ἀπομιμούμενος· ἐνταῦθα μικρὰ λαβὼν ἐκεῖ δι' ὅλων αἰώνων σύνοικόν σε ποιήσεται. ἱκέτευσον ἵνα λάβῃ· σπεῦσον, ἀγωνίασον, φοβήθητι μή σε ἀτιμάσῃ· οὐ γὰρ κεκέλευσται λαβεῖν, ἀλλὰ σὺ παρασχεῖν. οὐ μὴν οὐδ' εἶπεν ὁ κύριος· «δὸς» ἢ «παράσχες» ἢ «εὐεργέτησον» ἢ «βοήθησον», «φίλον» δὲ «ποίησαι»· ὁ δὲ φίλος οὐκ ἐκ μιᾶς δόσεως γίνεται, ἀλλ' ἐξ ὅλης ἀναπαύσεως καὶ συνουσίας μακρᾶς· οὔτε γὰρ ἡ πίστις οὔτε ἡ ἀγάπη οὔτε ἡ καρτερία μιᾶς ἡμέρας, ἀλλ' «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται».

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Quis dives salvetur
Translations of this Work
Salvation of the Rich Man Compare
Welcher Reiche wird gerettet werden? (BKV) Compare
Commentaries for this Work
Elucidations on the Salvation of the Rich Man
Introductory Note to Clement of Alexandria

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy