• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος δεύτερος

33.

Τί δέ, φησί, καὶ γενναῖον ἔδρασεν οἷον θεός, καταφρονῶν ἀνθρώπων καὶ διαγελῶν καὶ παίζων τὸ συμβαῖνον ὁ Ἰησοῦς; Πυνθανομένῳ δὴ αὐτῷ πόθεν ἂν ἀποκρινοίμεθα, κἂν ἔχωμεν παριστάνειν τὸ γενναῖον καὶ τὸ παράδοξον ἐπὶ τοῖς συμβεβηκόσιν αὐτῷ, ἢ ἀπὸ τῶν εὐαγγελίων, ὅτι «Ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα ἠνεῷχθη» «καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω» «καὶ σκοτία ἐγένετο» ἐν καιρῷ ἡμέρας «τοῦ ἡλίου ἐκλιπόντος»; Ἀλλ' ἐὰν πιστεύῃ μὲν τοῖς εὐαγγελίοις ὁ Κέλσος, ὅπου κατηγορεῖν <Ἰησοῦ> καὶ Χριστιανῶν οἴεται, ἀπιστῇ δὲ ἐπὶ τῶν συνιστάντων τὴν ἐν Ἰησοῦ θεότητα, φήσομεν αὐτῷ· ὦ οὗτος, ἢ πᾶσιν ἀπίστει καὶ μηδ' ἐγκαλεῖν νόμιζε, ἢ πιστεύων πᾶσι θαύμαζε θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ ὅλον τὸ τῶν ἀνθρώπων γένος ὠφελῆσαι βουληθέντα. Γενναῖον δ' ἔργον τοῦ Ἰησοῦ τὸ μέχρι σήμερον θεραπεύεσθαι τῷ ὀνόματι αὐτοῦ οὓς ὁ θεὸς βούλεται. Περὶ δὲ τῆς ἐπὶ Τιβερίου Καίσαρος ἐκλείψεως, οὗ βασιλεύοντος καὶ ὁ Ἰησοῦς ἔοικεν ἐσταυρῶσθαι, καὶ περὶ τῶν μεγάλων τότε γενομένων σεισμῶν τῆς γῆς ἀνέγραψε καὶ Φλέγων ἐν τῷ τρισκαιδεκάτῳ ἢ τῷ τεσσαρεσκαιδεκάτῳ οἶμαι τῶν Χρονικῶν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy