7.
Καίτοι γε βαθύτερον ἐξετάζοντα τὰ πράγματα ἔστιν εἰπεῖν περὶ μὲν τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου ὅτι παραδόξως ὁ πᾶς λεὼς οἱονεὶ θεοδώρητον διάλεκτον ἀθρόως ἀνείληφε τὴν καλουμένην ἑβραίαν· ὡς καὶ τῶν παρ' αὐτοῖς τις εἶπε προφητῶν ὅτι «ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν». Καὶ οὕτω δὲ κατασκευαστέον ὅτι οὐκ Αἰγύπτιοι ἦσαν οἱ ἐξεληλυθότες μετὰ Μωϋσέως τὴν Αἴγυπτον· εἰ μὲν Αἰγύπτιοι ἦσαν, ἐχρῆν αὐτῶν τὰ ὀνόματα εἶναι αἰγύπτια, ὡς ἑκάστῃ διαλέκτῳ συγγενεῖς εἰσιν αἱ προσηγορίαι· εἰ δ' ἐκ τῶν ὀνομάτων ἑβραϊκῶν ὄντων σαφὲς ὅτι οὐκ Αἰγύπτιοι ἦσαν – πλήρης γὰρ ἡ γραφὴ τῶν ἑβραϊκῶν ὀνομάτων καὶ τῶν ἐν Αἰγύπτῳ τοιαῦτα θεμένων τοῖς υἱοῖς – , δῆλον ὅτι ψεῦδος τὸ λεγόμενον ὑπὸ τῶν Αἰγυπτίων, ὅτι Αἰγύπτιοι ὄντες ἀπηλάθησαν μετὰ Μωϋσέως ἀπὸ τῆς Αἰγύπτου· καὶ σαφῶς ἐναργές ἐστιν ὅτι ἐκ προγόνων ἑβραίων κατὰ τὴν παρὰ Μωϋσεῖ ἀναγραφεῖσαν ἱστορίαν τὸ γένος ἔχοντες <ἰδίᾳ> διαλέκτῳ ἐχρῶντο, ἀφ' ἧς καὶ τὰ ὀνόματα τοῖς υἱοῖς ἐτίθεντο.