• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος τρίτος

76.

Καὶ δεύτερον δὲ φέρει καθ' ἡμῶν παράδειγμα φάσκων ὅμοιον ποιεῖν τὸν ἐν ἡμῖν διδάσκαλον, <ὡς> εἴ τις μεθύων εἰς μεθύοντας παριὼν κακηγορεῖ τοὺς νήφοντας ὡς μεθύοντας. Παραστησάτω γὰρ ἐκ τῶν γραμμάτων, φέρ' εἰπεῖν, Παύλου ὅτι ἐμέθυεν ὁ τοῦ Ἰησοῦ ἀπόστολος καὶ οὐκ ἦσαν οἱ λόγοι αὐτοῦ νήφοντες, ἢ ἐξ ὧν ἔγραψεν Ἰωάννης ὅτι οὐχὶ σωφρονοῦντος καὶ ἀπηλλαγμένου τῆς ἀπὸ κακίας μέθης πνεῖ αὐτοῦ τὰ νοήματα. Οὐδεὶς οὖν σωφρονῶν καὶ διδάσκων τὸν Χριστιανῶν λόγον μεθύει, ἀλλ' ἀφιλοσόφως ἡμῖν λοιδορούμενος ταῦτά φησιν ὁ Κέλσος. Τίνας δὲ καὶ νήφοντας κακηγοροῦμεν οἱ πρεσβεύοντες τὰ Χριστιανῶν δόγματα, λεγέτω ὁ Κέλσος. Πάντες γὰρ καθ' ἡμᾶς μεθύουσιν οἱ τοῖς ἀψύχοις ὡς θεῷ προσλαλοῦντες. Καὶ τί λέγω μεθύουσι; Μᾶλλον γὰρ μεμήνασιν, εἰς τοὺς νεὼς σπεύδοντες καὶ ὡς θεοῖς τοῖς ἀγάλμασιν ἢ τοῖς ζῴοις προσκυνοῦντες. Οὐχ ἧττον δὲ τούτων μαίνονται καὶ οἱ νομίζοντες εἰς τιμὴν θεῶν ἀληθινῶν κατεσκευάσθαι τὰ ὑπὸ βαναύσων καὶ φαυλοτάτων ἔσθ' ὅτε ἀνδρῶν κατασκευαζόμενα.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy