• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος τέταρτος

40.

Ἐπὰν δὲ φάσκῃ ὡς ἄρα ἀνοσιώτατα τὸν θεόν, εὐθὺς καὶ ἀπ' ἀρχῆς ἀσθενοῦντα καὶ μηδ' ἕνα ἄνθρωπον, ὃν αὐτὸς ἔπλασε, πεῖσαι δυνάμενον, εἰσήγαγεν ὁ Μωϋσέως λόγος, καὶ πρὸς τοῦτο φήσομεν ὅτι ὅμοιόν ἐστι τὸ λεγόμενον, ὡς εἴ τις ἐνεκάλει ἐπὶ τῇ τῆς κακίας συστάσει, ἣν οὐδὲ ἀπὸ ἑνὸς ἀνθρώπου δεδύνηται κωλῦσαι ὁ θεός, ὥστε κἂν ἕνα τινὰ ἄνθρωπον εὑρεθῆναι ἀρχῆθεν ἄγευστον κακίας γεγενημένον. Ὡς γὰρ περὶ τούτου οἷς μέλει ἀπολογεῖσθαι περὶ προνοίας ἀπολογοῦνται οὐ δι' ὀλίγων οὐδὲ δι' εὐκαταφρονήτων, οὕτω δὲ καὶ περὶ τοῦ Ἀδὰμ καὶ περὶ τῆς ἁμαρτίας αὐτοῦ φιλοσοφήσουσιν οἱ ἐγνωκότες ὅτι καθ' ἑλλάδα φωνὴν ὁ Ἀδὰμ ἄνθρωπός ἐστι, καὶ ἐν τοῖς δοκοῦσι περὶ τοῦ Ἀδὰμ εἶναι φυσιολογεῖ Μωϋσῆς τὰ περὶ τῆς τοῦ ἀνθρώπου φύσεως. Καὶ «γὰρ ἐν τῷ Ἀδάμ», ὥς φησιν ὁ λόγος, «πάντες ἀποθνῄσκουσι», καὶ κατεδικάσθησαν ἐν «τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ», οὐχ οὕτως περὶ ἑνός τινος ὡς περὶ ὅλου τοῦ γένους ταῦτα φάσκοντος τοῦ θείου λόγου. Καὶ γὰρ ἐν τῇ τῶν λεγομένων ὡς περὶ ἑνὸς ἀκολουθίᾳ ἡ ἀρὰ τοῦ Ἀδὰμ κοινὴ πάντων ἐστί· καὶ τὰ κατὰ τῆς γυναικὸς οὐκ ἔστι καθ' ἧς οὐ λέγεται. Καὶ ὁ ἐκβαλλόμενος δὲ ἐκ τοῦ παραδείσου ἄνθρωπος μετὰ τῆς γυναικός, τοὺς «δερματίνους» ἠμφιεσμένος «χιτῶνας», οὓς διὰ τὴν παράβασιν τῶν ἀνθρώπων ἐποίησε τοῖς ἁμαρτήσασιν ὁ θεός, ἀπόῤῥητόν τινα καὶ μυστικὸν ἔχει λόγον, ὑπὲρ τὴν κατὰ Πλάτωνα κάθοδον τῆς ψυχῆς, πτεροῤῥυούσης καὶ δεῦρο φερομένης, «ἕως ἂν στερεοῦ τινος λάβηται».

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy