• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος τέταρτος

55.

Οὔπω δὲ λέγω ὅτι, εἴπερ ὑπέμεινε καὶ ἠνέσχετο ἐπακοῦσαι τῶν, ὥς φησι, συγγραμμάτων Μωϋσέως καὶ τῶν προφητῶν, ἐπέστησεν ἄν, τί δήποτε τὸ μὲν «ἐποίησεν ὁ θεὸς» ἐπ' οὐρανοῦ καὶ γῆς τέτακται καὶ τοῦ καλουμένου στερεώματος ἔτι δὲ καὶ φωστήρων καὶ ἀστέρων καὶ μετὰ ταῦτα ἐπὶ κητῶν μεγάλων καὶ πάσης ψυχῆς «ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν», καὶ παντὸς πετεινοῦ πτερωτοῦ «κατὰ γένος» καὶ ἑξῆς τούτοις ἐπὶ τῶν θηρίων «τῆς γῆς κατὰ γένος» καὶ τῶν κτηνῶν «κατὰ γένος» καὶ πάντων τῶν ἑρπετῶν «τῆς γῆς κατὰ γένος» αὐτῶν καὶ τελευταῖον ἐπὶ τοῦ ἀνθρώπου, μὴ εἰρημένου δὲ τοῦ «ἐποίησε» περὶ ἑτέρων, ἀρκεῖται ὁ λόγος περὶ φωτὸς μὲν τῷ «Ἐγένετο φῶς» ἐπὶ δὲ συναγωγῆς μιᾶς παντὸς ὕδατος τοῦ ὑποκάτω παντὸς τοῦ οὐρανοῦ τῷ «Ἐγένετο οὕτως», ὁμοίως δὲ καὶ ἐπὶ τῶν βλαστησάντων ἀπὸ γῆς, ὅτ' «ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς». Καὶ ἐζήτησεν ἄν, αἱ γεγραμμέναι προστάξεις τοῦ θεοῦ περὶ τοῦ γενέσθαι ἕκαστον τοῦ κόσμου μέρος τίνι ἢ τίσιν εἴρηνται, καὶ οὐκ ἂν εὐχερῶς κατηγόρησεν ὡς ἀδιανοήτων καὶ μηδεμίαν σύνεσιν ἀπόῤῥητον ἐχόντων τῶν ἢ ὑπὸ Μωϋσέως ἐν τούτοις γεγραμμένων ἤ, ὡς ἡμεῖς εἴποιμεν ἄν, ὑπὸ τοῦ ἐν Μωϋσεῖ θείου πνεύματος, ἀφ' οὗ καὶ ἐπροφήτευσεν· ἐπεὶ μᾶλλον ᾔδει τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα τῶν λεγομένων παρὰ τοῖς ποιηταῖς μάντεων ταῦτ' ἐγνωκέναι.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy