• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος τέταρτος

96.

Χρὴ δ' εἰδέναι ὅτι τὸ τὰ μέλλοντα προγινώσκειν οὐ πάντως θεῖόν ἐστι· καθ' αὑτὸ γὰρ μέσον ἐστὶ καὶ πῖπτον εἰς φαύλους καὶ ἀστείους. Καὶ ἰατροὶ γοῦν ἀπὸ ἰατρικῆς προγινώσκουσί τινα, κἂν φαῦλοι τὸ ἦθος τυγχάνωσιν· οὕτω δὲ καὶ κυβερνῆται, κἂν μοχθηροὶ τυγχάνωσιν ὄντες, προγινώσκουσιν ἐπισημασίας καὶ ἀνέμων σφοδρότητας καὶ τροπὰς περὶ τὸ περιέχον ἔκ τινος πείρας καὶ τηρήσεως· καὶ οὐ δή που παρὰ τοῦτο θείους τις αὐτοὺς εἶναι φήσει, ἂν τύχωσι μοχθηροὶ εἶναι τὸ ἦθος· ψεῦδος οὖν τὸ παρὰ τῷ Κέλσῳ λεγόμενον, τό· Τί ἂν φαίη τις θειότερον τοῦ τὰ μέλλοντα προγινώσκειν τε καὶ προδηλοῦν; Ψεῦδος δὲ καὶ τὸ πολλὰ τῶν ζῴων ἀντιποιεῖσθαι θείας ἐννοίας· οὐδὲν γὰρ τῶν ἀλόγων ἔννοιαν ἔχει τοῦ θεοῦ. Ψεῦδος δὲ καὶ τὸ ἐγγυτέρω τῆς θείας ὁμιλίας εἶναι τὰ ἄλογα ζῷα· ὅπου γε καὶ τῶν ἀνθρώπων οἱ ἔτι φαῦλοι, κἂν ἐπ' ἄκρον προκόπτωσι, πόῤῥω εἰσὶ τῆς θείας ὁμιλίας. Μόνοι δὴ ἄρα οἱ κατὰ ἀλήθειαν σοφοὶ καὶ ἀψευδῶς εὐσεβεῖς ἐγγυτέρω τῆς θείας ὁμιλίας εἰσίν· ὁποῖοί εἰσιν οἱ καθ' ἡμᾶς προφῆται καὶ Μωϋσῆς, ᾧ μεμαρτύρηκε διὰ τὴν πολλὴν καθαρότητα ὁ λόγος εἰπών· «Ἐγγιεῖ Μωϋσῆς μόνος πρὸς τὸν θεόν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσι.»

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy