• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος πέμπτος

9.

Ἔτι δ' ὑποσυγκεχυμένος καὶ μὴ ἐπιμελῶς ἰδὼν τὰ κατὰ τὸν τόπον ᾠήθη ἀπὸ τῶν ἐν μαγγανείαις καὶ γοητείαις ἐπῳδῶν προτραπέντας Ἰουδαίους ἔκ τινων κατὰ τὰς ἐπῳδὰς φασμάτων ἐπιφαινομένων τοῖς ἐπᾴδουσι προσκυνεῖν τοὺς ἐν οὐρανῷ ἀγγέλους, οὐ συνιδὼν ὅτι καὶ τοῦτο παρὰ τὸν νόμον τοῖς γε ταῦτα ποιοῦσιν ἐγίνετο λέγοντα· «Οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε ἐκμιανθῆναι ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.» Ἐχρῆν οὖν ἢ μηδ' ὅλως ταῦτ' εἰς Ἰουδαίους ἀναφέρειν τὸν τηροῦντα Ἰουδαίους ὡς φυλάσσοντας τὸν νόμον καὶ λέγοντα αὐτοὺς εἶναι τοὺς κατὰ τὸν νόμον βιοῦντας, ἢ ἀναφέροντα παραστῆσαι ὅτι τὰ τοιαῦτα οἱ παρανομοῦντες Ἰουδαῖοι ἐποίουν. Ἀλλὰ πάλιν ὥσπερ παρανομοῦσιν οἱ τοὺς ἐν σκότῳ που κρυφίους ἐκ γοητείας θρησκεύοντες, τυφλώττοντες καὶ δι' ἀμυδρῶν φασμάτων ὀνειρώττοντες, προσκυνοῦντες τοὺς ἐγχρίμπτειν λεγομένους καὶ τοῖς τοιούτοις· οὕτως καὶ οἱ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις θύοντες εὖ μάλα παρανομοῦσι. Καὶ οὐκ ἦν κατὰ τὸν αὐτὸν λέγειν Ἰουδαίους καὶ φυλαττομένους προσκυνεῖν ἥλιον καὶ σελήνην καὶ ἄστρα, καὶ τὸ τοιοῦτον μὴ φυλαττομένους ἐπὶ οὐρανοῦ καὶ ἀγγέλων.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy