• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος πέμπτος

22.

Μὴ ὑπονοείτω δέ τις ἡμᾶς ταῦτα λέγοντας ἀπ' ἐκείνων εἶναι τῶν λεγομένων μὲν Χριστιανῶν ἀθετούντων δὲ τὸ περὶ ἀναστάσεως κατὰ τὰς γραφὰς δόγμα. Ἐκεῖνοι μὲν γὰρ τὸν οἱονεὶ ἀπὸ κόκκου «σίτου ἤ τινος τῶν λοιπῶν» ἀνιστάμενον στάχυν ἢ δένδρον οὐδαμῶς παραστῆσαι ἔχουσιν, ὅσον ἐπὶ τῷ ἀρέσκοντι ἑαυτῶν· ἡμεῖς δὲ πειθόμενοι ὅτι τὸ σπειρόμενον «οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ», καὶ ὅτι «οὐ τὸ γενησόμενον σῶμα» σπείρεται – ὁ γὰρ «θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε», μετὰ τὸ σπαρῆναι «ἐν φθορᾷ» ἐγείρων αὐτὸ «ἐν ἀφθαρσίᾳ» καὶ μετὰ τὸ σπαρῆναι «ἐν ἀτιμίᾳ» ἐγείρων αὐτὸ «ἐν δόξῃ» καὶ μετὰ τὸ σπαρῆναι «ἐν ἀσθενείᾳ» ἐγείρων αὐτὸ «ἐν δυνάμει» καὶ μετὰ τὸ σπαρῆναι «σῶμα ψυχικὸν» ἐγείρων αὐτὸ «πνευματικόν» – , τηροῦμεν καὶ τὸ βούλημα τῆς ἐκκλησίας τοῦ Χριστοῦ καὶ τὸ μέγεθος τῆς ἐπαγγελίας τοῦ θεοῦ, παριστάντες αὐτοῦ καὶ τὸ δυνατὸν οὐκ ἀποφάσει ἀλλὰ καὶ λόγῳ· εἰδότες ὅτι κἂν «οὐρανὸς καὶ γῆ» παρέλθῃ καὶ τὰ ἐν αὐτοῖς, ἀλλ' οἱ περὶ ἑκάστου «λόγοι» ὄντες ὡς ἐν ὅλῳ μέρη ἢ ὡς ἐν γένει εἴδη τοῦ «ἐν ἀρχῇ» λόγου «πρὸς τὸν θεὸν» θεοῦ λόγου οὐδαμῶς παρελεύσονται. Θέλομεν γὰρ ἀκούειν τοῦ εἰπόντος· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.»

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy