• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος πέμπτος

30.

Νοείσθωσαν τοίνυν πάντες οἱ ἐπὶ γῆς μιᾷ τινι διαλέκτῳ θείᾳ χρώμενοι, καὶ ὅσον γε συμφωνοῦσι πρὸς ἀλλήλους τηρείσθωσαν ἐν τῇ θείᾳ διαλέκτῳ· καὶ ἔστωσαν ἀκίνητοι «τῶν ἀνατολῶν», ἐς ὅσον εἰσὶ τὰ τοῦ φωτὸς καὶ τοῦ ἀπὸ «φωτὸς ἀϊδίου» ἀπαυγάσματος φρονοῦντες. Καὶ οὗτοι, ἐπὰν κινήσωσιν «ἀπὸ τῶν ἀνατολῶν» ἑαυτοὺς ἀλλότρια «ἀνατολῶν» φρονοῦντες, εὑρισκέτωσαν «πεδίον ἐν γῇ Σενναάρ», ὅπερ ἑρμηνεύεται ὀδόντων ἐκτιναγμὸς κατὰ σύμβολον τοῦ ἀπολλύναι αὐτοὺς τὰ δι' ὧν τρέφονται, καὶ κατοικείτωσαν ἐκεῖ. Εἶτα τὰ τῆς ὕλης συναγαγεῖν θέλοντες καὶ κολλᾶν τὰ μὴ πεφυκότα κολλᾶσθαι οὐρανῷ, ἵνα διὰ τῶν ὑλικῶν ἐπιβουλεύσωσι τοῖς ἀΰλοις, λεγέτωσαν· «Δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί.» Ὡς οὖν κρατύνοντες καὶ πηγνύντες τὰ πήλινα καὶ ὑλικὰ καὶ τὴν πλίνθον λίθον ποιεῖν θέλοντες καὶ τὸν πηλὸν ἄσφαλτον καὶ διὰ τούτων οἰκοδομεῖν «πόλιν καὶ πύργον, οὗ» ὅσον ἐπὶ τῇ ὑπολήψει αὐτῶν «ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ» κατὰ τὰ ὑπεραιρόμενα ὑψώματα κατὰ τῆς γνώσεως τοῦ θεοῦ, παραδιδόσθωσαν ἕκαστος κατὰ τὴν ἀναλογίαν τῆς «ἀπὸ ἀνατολῶν» κινήσεως, ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον αὐτοῖς γεγενημένης, καὶ κατὰ τὴν ἀναλογίαν τῆς κατασκευῆς τῶν πλίνθων εἰς λίθους καὶ τοῦ πηλοῦ εἰς ἄσφαλτον καὶ τῆς ἐκ τούτων οἰκοδομῆς ἀγγέλοις, ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον χαλεπωτέροις καὶ τοιοῖσδε ἢ τοιοῖσδε, ἕως τίσωσι δίκας ἐφ' οἷς τετολμήκασι· καὶ ὑπὸ τῶν ἀγγέλων ἀγέσθωσαν ἕκαστος τῶν ἐμποιησάντων τὴν οἰκείαν ἑαυτοῖς διάλεκτον ἐπὶ τὰ μέρη τῆς γῆς κατὰ τὴν ἑαυτῶν ἀξίαν, οἵδε μὲν ἐπὶ τὴν φέρ' εἰπεῖν καυσώδη χώραν ἄλλοι δ' ἐπὶ τὴν διὰ τὸ κατεψῦχθαι κολάζουσαν τοὺς ἐνοικοῦντας, καὶ οἱ μὲν ἐπὶ τὴν δυσγεωργητοτέραν ἄλλοι δὲ ἐπὶ τὴν ἔλαττον τοιαύτην, καὶ οἱ μὲν ἐπὶ τὴν πεπληρωμένην θηρίων οἱ δὲ ἐπὶ τὴν ἔλαττον ἔχουσαν αὐτά.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy