63.
Εἶθ' ἵνα δοκῇ καὶ ἄλλους εἰδέναι παρ' οὓς ὠνόμασε, φησὶν ἑαυτῷ συνήθως ὅτι ἄλλοι ἄλλον διδάσκαλόν τε καὶ δαίμονα, κακῶς πλαζόμενοι καὶ καλινδούμενοι <εὕραντο προστάτην> κατὰ σκότον πολὺν τῶν Ἀντίνου τοῦ κατ' Αἴγυπτον θιασωτῶν ἀνομώτερόν τε καὶ μιαρώτερον. Καὶ δοκεῖ μοι ἐπαφώμενος τῶν πραγμάτων ἀληθές τι εἰρηκέναι, ὅτι τινὲς ἄλλοι ἄλλον δαίμονα κακῶς πλαζόμενοι καὶ καλινδούμενοι εὕραντο προστάτην κατὰ πολὺν τὸν τῆς ἀγνοίας σκότον. Περὶ δὲ τῶν κατὰ τὸν Ἀντίνουν, παραβαλλόμενον ἡμῶν τῷ Ἰησοῦ, ἐν τοῖς πρὸ τούτων εἰπόντες οὐ παλιλλογήσομεν.
[Καὶ βλασφημοῦσι δέ, φησίν, εἰς ἀλλήλους οὗτοι πάνδεινα ῥητὰ καὶ ἄῤῥητα· καὶ οὐκ ἂν εἴξαιεν οὐδὲ καθ' ὁτιοῦν εἰς ὁμόνοιαν, πάντῃ ἀλλήλους ἀποστυγοῦντες. Καὶ πρὸς ταῦτα δ' ἡμῖν εἴρηται ὅτι καὶ ἐν φιλοσοφίᾳ ἔστιν εὑρεῖν αἱρέσεις αἱρέσεσι πολεμούσας καὶ ἐν ἰατρικῇ. Οἱ μέντοι τῷ λόγῳ τοῦ Ἰησοῦ ἀκολουθοῦντες καὶ μεμελετηκότες αὐτοῦ τοὺς λόγους φρονεῖν καὶ λέγειν καὶ ποιεῖν «λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν»· καὶ οὐκ ἂν ῥητὰ καὶ ἄῤῥητα λέγοιμεν τοὺς ἄλλα δοξάζοντας παρ' ἃ ὑπειλήφαμεν· ἀλλ' εἰ μὲν δυνάμεθα, πάντα ἂν πράττοιμεν ὑπὲρ τοῦ αὐτοὺς μεταστῆσαι ἐπὶ τὸ βέλτιον διὰ τοῦ προσανέχειν μόνῳ τῷ δημιουργῷ καὶ πάντα πράττειν ὡς κριθησομένους. Εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον τοιαῦτα· «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.» Ἔτι δὲ οἱ τὸ «μακάριοι οἱ εἰρηνοποιοὶ» νοήσαντες καὶ τὸ «μακάριοι οἱ πρᾳεῖς» οὐκ ἂν ἀποστυγήσαιεν τοὺς παραχαράττοντας τὰ χριστιανισμοῦ] οὐδὲ Κίρκας καὶ κύκηθρα αἱμύλα λέγοιεν τοὺς πεπλανημένους.