• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕκτος

24.

Ἑξῆς δὲ τῷ ἀπὸ τῶν μιθραϊκῶν ληφθέντι λόγῳ ἐπαγγέλλεται ὁ Κέλσος τελετήν τινα Χριστιανῶν τελετῇ <τῇ> προειρημένῃ Περσῶν τὸν βουλόμενον συνεξετάσαι, ταῦτα ἀλλήλοις παραβαλόντα καὶ γυμνώσαντα καὶ τὰ Χριστιανῶν, οὕτω θεάσεσθαι τὴν διαφορὰν αὐτῶν. Καὶ ὅπου μὲν ᾔδει ὀνόματα εἰπεῖν αἱρέσεων, οὐκ ὤκνησεν ἐκθέσθαι ἃς ἐδόκει εἰδέναι· ὅπου δὲ μᾶλλον ἐχρῆν, εἴπερ ἠπίστατο, τοῦτο ποιῆσαι καὶ διδάξαι, ποία αἵρεσις χρῆται τῷ διατυπωθέντι διαγράμματι, τοῦτ' οὐ πεποίηκε.

Δοκεῖ δέ μοι καὶ ἐκ τούτων ἐκ παρακουσμάτων ἀσημοτάτης αἱρέσεως Ὀφιανῶν οἶμαι ἐκτεθεῖσθαι τὰ τοῦ διαγράμματος ἀπὸ μέρους. Τούτῳ δ' ἡμεῖς κατὰ τὸ φιλομαθὲς ἡμῶν περιτετεύχαμεν, ἐν ᾧ εὕρομεν πλάσματα ἀνθρώπων, ὡς ὁ Παῦλος ὠνόμασεν, ἐνδυνόντων «εἰς τὰς οἰκίας καὶ» αἰχμαλωτιζόντων «γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα». Οὕτω δὲ πᾶσαν ἀπιθανότητα εἶχε τὸ διάγραμμα, ὡς μηδὲ τὰ εὐεξαπάτητα «γυναικάρια» μηδὲ τοὺς ἀγροικοτάτους καὶ ὑφ' οὑτινοσοῦν πιθανοῦ ἑτοίμως ἔχοντας ἄγεσθαι συγκατατεθεῖσθαι τῷ διαγράμματι. Οὐδενὶ γοῦν, καίτοι γε πολλοὺς ἐκπεριελθόντες τόπους τῆς γῆς καὶ τοὺς πανταχοῦ ἐπαγγελλομένους τι εἰδέναι ζητήσαντες, περιτετεύχαμεν πρεσβεύοντι τὰ τοῦ διαγράμματος.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy