• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕκτος

51.

Νῦν δὲ διηγήσασθαι τὸν περὶ νοητῶν καὶ αἰσθητῶν λόγον, καὶ τίνα τρόπον διανενέμηνται αἱ φύσεις τῶν ἡμερῶν εἰς ἀμφότερα τὰ εἴδη, οὐ πρόκειται οὐδὲ τὰ κατὰ τοὺς τόπους ἐξετάσαι· ὅλων γὰρ ἡμῖν συντάξεων χρεία εἰς τὴν διήγησιν τῆς κατὰ Μωϋσέα κοσμοποιΐας· ὅπερ κατὰ τὸ δυνατὸν ἡμῖν πρὸ πλείονος χρόνου τῆς ἐνεστηκυίας πρὸς τὸν Κέλσον συντάξεως πεποιήκαμεν, ἀπὸ τῆς πρὸ πλειόνων ἐτῶν ἕξεως, ἧς ἐχωροῦμεν τότε, διαλαβόντες περὶ τῶν κατὰ Μωϋσέα ἓξ τῆς κοσμοποιΐας ἡμερῶν. Εἰδέναι μέντοι γε χρὴ ὅτι τοῖς δικαίοις διὰ τοῦ Ἡσαΐου ὁ λόγος ἐπαγγέλλεται ἐν καταστάσει ἔσεσθαι ἡμέρας, ἐν ᾗ μὴ ἥλιος ἀλλ' αὐτὸς ὁ «κύριος φῶς» ἔσται αὐτοῖς «αἰώνιον, καὶ ὁ θεὸς δόξα» αὐτῶν. Παρακούσας δ' οἶμαι μοχθηρᾶς αἱρέσεώς τινος καὶ κακῶς διηγησαμένης τὸ «γενηθήτω φῶς» ὡς εὐκτικῶς ὑπὸ τοῦ δημιουργοῦ εἰρημένον εἶπεν· Οὐ γὰρ δὴ καθάπερ οἱ τοὺς λύχνους ἐκ γειτόνων ἐναυόμενοι φῶς ὁ δημιουργὸς ἄνωθεν ἐχρήσατο. Καὶ ἄλλης δ' ἀσεβοῦς αἱρέσεως παρακούσας εἶπε καὶ τό· Εἰ μὲν ἐναντίος τις ἦν τῷ μεγάλῳ θεῷ θεὸς κατηραμένος ὁ ταῦτα ποιῶν παρὰ γνώμην τὴν ἐκείνου, τί αὐτῷ τὸ φῶς ἐκίχρα; Πρὸς ἃ τοσοῦτον ἀποδέομεν ἀπολογεῖσθαι, ὥστε τρανότερον ἡμᾶς ἐθέλειν τῆς ἐκείνων δόξης ὡς ἐσφαλμένων κατηγορεῖν καὶ ἵστασθαι οὐ πρὸς ἃ μὴ οἴδαμεν αὐτῶν ὡς ὁ Κέλσος ἀλλὰ πρὸς ἃ ἀκριβῶς γινώσκομεν, πῇ μὲν ἀπ' αὐτῶν ἀκούσαντες, πῇ δὲ τοῖς συγγράμμασιν αὐτῶν ἐπιμελῶς ἐντυχόντες.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy