• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕκτος

56.

Εἰ δὲ τὰ καταχρηστικῶς οὕτως ὀνομαζόμενα λεγόμενα σωματικὰ κακὰ καὶ ἐκτός τίς φησι, δεδόσθω ἔσθ' ὅτε τούτων τινὰ πεποιηκέναι τὸν θεόν, ἵνα διὰ τούτων ἐπιστρέψῃ τινάς. Καὶ τί ἄτοπον ὁ λόγος ἔχειν δύναται; Ὥσπερ γάρ, εἰ καταχρηστικῶς ἀκουόντων ἡμῶν κακὰ τοὺς προσαγομένους πόνους τοῖς παιδευομένοις ὑπὸ πατέρων καὶ διδασκάλων καὶ παιδαγωγῶν, ἢ ὑπὸ ἰατρῶν τοῖς θεραπείας ἕνεκεν τεμνομένοις ἢ καυτηριαζομένοις, λέγομεν τὸν πατέρα κακοποιεῖν τοῖς υἱοῖς ἢ τοὺς παιδαγωγοὺς ἢ τοὺς διδασκάλους ἢ τοὺς ἰατρούς, οὐδὲν ἂν κατηγοροῖντο οἱ τύπτοντες ἢ οἱ τέμνοντες· οὕτως, εἰ ὁ θεὸς λέγεται τὰ τοιαδὶ ἐπάγειν ἐπιστροφῆς καὶ θεραπείας ἕνεκεν τῶν δεομένων τοιούτων πόνων, οὐδὲν ἂν ἄτοπον ὁ λόγος ἔχοι· οὔτ' ἂν καταβαίνῃ «κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ», τὴν ὑπόστασιν ἔχοντα ἐν τοῖς ἀπὸ τῶν πολεμίων πόνοις, προσαγομένοις αὐτοῖς εἰς ἐπιστροφήν, οὔτ' ἂν ἐπισκέπτηται «ἐν ῥάβδῳ τὰς ἀνομίας» τῶν ἐγκαταλιπόντων «τὸν νόμον» τοῦ θεοῦ «καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν», οὔτ' ἂν λέγῃ τό· «Ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ' αὐτούς, οὗτοι ἔσονταί σοι βοήθεια.» Τοῦτον δὲ τὸν τρόπον καὶ τὸ «ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακὰ» διηγούμεθα· κτίζει γὰρ τὰ σωματικὰ ἢ τὰ ἐκτὸς κακά, καθαίρων καὶ παιδεύων τοὺς μὴ βουληθέντας παιδευθῆναι λόγῳ καὶ διδασκαλίᾳ ὑγιεῖ. Καὶ ταῦτα μὲν εἰς τό· πῶς μὲν ὁ θεὸς κακὰ ἐποίει;

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy