• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕκτος

81.

Οὐκ οἶδα δ' ὅπως φησὶ περὶ τοῦ θεοῦ ὅτι ὁ πάντα εἰδὼς τοῦτο οὐκ ἠπίστατο, ὅτι κακοῖς ἀνθρώποις καὶ ἁμαρτησομένοις καὶ κολάσουσιν αὐτοῦ τὸν υἱὸν πέμπει. Ἀλλ' ἔοικε νῦν μὲν ἑκὼν ἐπιλελῆσθαι τοῦ φάσκοντος λόγου πάντα, ἃ πείσεται Ἰησοῦς ὁ Χριστός, προεωρακέναι θείῳ πνεύματι, καὶ πεπροφητευκέναι τοὺς τοῦ θεοῦ προφήτας· οἷς οὐχ ἕπεται τὸ μὴ ἐγνωκέναι τὸν θεὸν ὅτι κακοῖς καὶ ἁμαρτησομένοις ἀνθρώποις πέμπει τὸν υἱὸν καὶ κολάσουσιν αὐτόν. Εὐθέως δὲ λέγει τὸ πάλαι ταῦτα προειρῆσθαι ἐν ἀπολογίᾳ ὑφ' ἡμῶν λέγεσθαι.

Ἀλλ' ἐπεὶ αὐτάρκη περιγραφὴν εἴληφεν ὁ ἕκτος ἡμῶν τόμος, αὐτοῦ που καταπαύσαντες τὸν λόγον ἀρξόμεθα θεοῦ διδόντος ἑβδόμου· ἐν ᾧ ἀπαντᾶν νομίζει πρὸς τὸ ὑφ' ἡμῶν λέγεσθαι τοὺς προφήτας πάντα τὰ περὶ τοῦ Ἰησοῦ προειρηκέναι. Ἅπερ ἐπεὶ πλείονά ἐστι καὶ πλείονος λόγου δεῖται τοῦ πρὸς αὐτά, οὔτε διακόψαι ἐβουλήθημεν ὑπὸ τοῦ μεγέθους ἀναγκαζόμενοι τοῦ βιβλίου οὔτε ὑπὲρ τοῦ μὴ διακόψαι τὸν λόγον μέγιστον ποιῆσαι καὶ ὑπὲρ τὸ σύμμετρον τὸν ἕκτον τόμον.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy