• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕβδομος

16.

Ἀλλ' οὐδ' ἅπερ ἐν ὑποθέσει παρειλήφαμεν παραπλήσιά ἐστι ταῖς περὶ Ἰησοῦ προφητείαις. Οὐ γὰρ προεῖπον αἱ προφητεῖαι θεὸν σταυρωθήσεσθαι, αἵτινές φασι περὶ τοῦ ἀναδεξαμένου τὸν θάνατον· «Καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν.» Ὅρα οὖν <ὡς> σαφῶς ἄνθρωπον εἰρήκασι τὸν πεπονθότα ἀνθρώπινα. Καὶ αὐτὸς ἀκριβῶς εἰδὼς Ἰησοῦς ὅτι τὸ ἀποθνῇσκον ἄνθρωπος ἦν, φησὶ πρὸς τοὺς ἐπιβουλεύοντας αὐτῷ· «Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα ἀπὸ τοῦ θεοῦ.» Εἰ δέ τι θεῖον ἐν τῷ κατ' αὐτὸν νοουμένῳ ἀνθρώπῳ ἐτύγχανεν, ὅπερ ἦν ὁ μονογενὴς τοῦ θεοῦ καὶ ὁ «πρωτότοκος πάσης κτίσεως», ὁ λέγων· «Ἐγώ εἰμι ἡ ἀλήθεια» καὶ «Ἐγώ εἰμι ἡ ζωὴ» καὶ «Ἐγώ εἰμι ἡ θύρα» καὶ «Ἐγώ εἰμι ἡ ὁδὸς» καὶ «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς»· ἄλλος δή που ὁ περὶ τούτου καὶ τῆς οὐσίας αὐτοῦ λόγος ἐστὶ παρὰ τὸν περὶ τοῦ νοουμένου κατὰ τὸν Ἰησοῦν ἀνθρώπου.

Διόπερ οὐδ' οἱ πάνυ ἁπλούστατοι καὶ λόγοις οὐκ ἐντεθραμμένοι ἐξεταστικοῖς Χριστιανοὶ εἴποιεν ἂν τεθνηκέναι τὴν ἀλήθειαν ἢ τὴν ζωὴν ἢ τὴν ὁδὸν ἢ τὸν ἐξ οὐρανοῦ καταβάντα ζῶντα ἄρτον ἢ τὴν ἀνάστασιν· φησὶ γὰρ ἑαυτὸν ἀνάστασιν εἶναι ὁ ἐν τῷ φαινομένω ἀνθρώπῳ κατὰ τὸν Ἰησοῦν διδάξας τὸ «Ἐγώ εἰμι ἡ ἀνάστασις». Ἀλλὰ καὶ οὐδεὶς <οὕτως> ἐμβρόντητος ἡμῶν ἐστιν, ἵν' εἴπῃ· τέθνηκεν «ἡ ζωὴ» ἤ· τέθνηκεν «ἡ ἀνάστασις». Ἦν δ' ἂν τὸ τῆς ὑποθέσεως τοῦ Κέλσου χώραν ἔχον, εἰ ἐφάσκομεν προειρηκέναι τοὺς προφήτας τεθνήξεσθαι τὸν θεὸν λόγον ἢ τὴν ἀλήθειαν ἢ τὴν ζωὴν ἢ τὴν ἀνάστασιν ἤ τι τῶν ἄλλων, ἅ φησιν εἶναι ὁ υἱὸς τοῦ θεοῦ.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy