• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕβδομος

25.

Ὁ μὲν οὖν Κέλσος, μὴ ἀντιπαραθεὶς τὰ δοκοῦντα ἐναντία ἀπὸ τοῦ νόμου τοῖς ἀπὸ τοῦ εὐαγγελίου, φησὶ καὶ τό· Τῷ δ' ἅπαξ τυπτήσαντι παρέχειν καὶ αὖθις τύπτειν. Ἡμεῖς δ' ἐροῦμεν εἰδέναι μὲν καὶ τὸ «Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος» εἰρημένον τοῖς πάλαι ἀνεγνωκέναι δὲ καὶ τὸ «Ἐγὼ δὲ λέγω ὑμῖν»· «τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα παρέχειν καὶ τὴν ἄλλην.» Ἀλλ' ἐπεὶ περιηχηθεὶς οἶμαι ὁ Κέλσος ἀπὸ τῶν διαιρούντων τὴν κατὰ τὸ εὐαγγέλιον θεότητα ἐκ τῆς νομικῆς θεότητος τὰ τοιαῦτα τίθησι, λεκτέον πρὸς τὸν λόγον αὐτοῦ ὅτι οἶδε καὶ τὰ παλαιὰ γράμματα <τὸ> «Τῷ τύπτοντί σε εἰς τὴν δεξιὰν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην». Ἐν γοῦν τοῖς Ἱερεμίου Θρήνοις γέγραπται· «Ἀγαθὸν ἀνδρί, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ, καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ' ἑαυτῷ. Δώσει τῷ παίοντι αὐτὸν διαγόνα, καὶ χορτασθήσεται ὀνειδισμῶν.» Οὐκ ἀντιδιατάσσεται οὖν τὸ εὐαγγέλιον τῷ τοῦ νόμου θεῷ οὐδὲ περὶ τῆς κατὰ τὸ ῥητὸν κατὰ κόῤῥης πληγῆς· οὐδ' ὁπότερος ψεύδεται, οὔτε Μωϋσῆς οὔτε Ἰησοῦς, οὐδ' ὁ πατὴρ τὸν Ἰησοῦν πέμπων ἐπελάθετο, τίνα Μωϋσεῖ διετάξατο· ἀλλ' οὐδὲ καταγνοὺς τῶν ἰδίων νόμων μετέγνω καὶ τὸν ἄγγελον ἐπὶ τοῖς ἐναντίοις ἀποστέλλει.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy