• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕβδομος

33.

Οἰόμενος δ' ἡμᾶς διὰ τὸ γνῶναι καὶ ἰδεῖν τὸν θεὸν πρεσβεύειν τὰ περὶ τῆς ἀναστάσεως συνείρει ἑαυτῷ ἃ βούλεται καὶ τοιαῦτά φησιν· Ὅταν δὴ πάντοθεν ἐξείργωνται καὶ διελέγχωνται, πάλιν ὥσπερ οὐδὲν ἀκηκοότες ἐπανίασιν ἐπὶ τὸ αὐτὸ ἐρώτημα· Πῶς οὖν γνῶμεν καὶ ἴδωμεν τὸν θεόν; Καὶ πῶς ἴωμεν πρὸς αὐτόν; Ἴστω οὖν ὁ βουλόμενος ὅτι, κἂν εἰς ἄλλα δεώμεθα σώματος τῷ ἐν τόπῳ σωματικῷ τυγχάνειν, καὶ τοιούτου, ὁποία ἐστὶν ἡ φύσις τοῦ σωματικοῦ τόπου, καὶ δεόμενοι τοῦ σώματος ἐπενδυώμεθα τῷ σκήνει τὰ προειρημένα, ἀλλ' εἰς γνῶσίν γε θεοῦ σώματος οὐδαμῶς χρῄζομεν. Τὸ γὰρ γινῶσκον θεὸν οὐκ ὀφθαλμός ἐστι σώματος ἀλλὰ νοῦς, ὁρῶν τὸ «κατ' εἰκόνα» τοῦ κτίσαντος καὶ τὸ δυνάμενον γινώσκειν θεὸν προνοίᾳ θεοῦ ἀνειληφώς. Καὶ τὸ ὁρῶν δὲ θεὸν καθαρά ἐστι καρδία, ἀφ' ἧς οὐκέτι «ἐξέρχονται διαλογισμοὶ πονηροί», οὐ «φόνοι», οὐ «μοιχεῖαι», οὐ «πορνεῖαι», οὐ «κλοπαί», οὐ «ψευδομαρτυρίαι», οὐ «βλασφημίαι», οὐκ «ὀφθαλμὸς πονηρὸς» οὐδ' ἄλλο τι τῶν ἀτόπων· δι' ἃ λέγεται· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.» Ἐπεὶ δ' οὐκ αὐτάρκης ἡ ἡμετέρα προαίρεσις πρὸς τὸ πάντῃ «καθαρὰν» ἔχειν τὴν «καρδίαν», ἀλλὰ θεοῦ ἡμῖν δεῖ, κτίζοντος αὐτὴν τοιαύτην, διὰ τοῦτο λέγεται ὑπὸ τοῦ ἐπιστημόνως εὐχομένου· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεός.»

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy