• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕβδομος

43.

Ἀλλὰ καὶ λέγων ὁ Πλάτων ὅτι τὸν «εὑρόντα ἀδύνατόν» ἐστιν «εἰς πάντας λέγειν» «τὸν ποιητὴν καὶ πατέρα τοῦ παντός», ἄῤῥητον μὲν καὶ ἀκατονόμαστον οὔ φησιν αὐτὸν εἶναι ῥητὸν δ' ὄντα εἰς ὀλίγους δύνασθαι λέγεσθαι. Εἶθ' ὥσπερ ἐπιλαθόμενος ὧν παρέθετο Πλάτωνος λέξεων ὁ Κέλσος φησὶν ἀκατονόμαστον εἶναι θεὸν τούτοις· ἐπειδὴ δὲ τούτου χάριν ἐξηύρηται σοφοῖς ἀνδράσιν, ὡς ἂν τοῦ ἀκατονομάστου καὶ πρώτου λάβοιμέν τινα ἐπίνοιαν. Ἡμεῖς δὲ οὐ μόνον τὸν θεὸν ἄῤῥητον εἶναί φαμεν ἀλλὰ καὶ ἕτερα τῶν μετ' αὐτόν· ἅπερ βιασάμενος ὁ Παῦλος σημῆναί φησι τό· «Ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», τῷ «ἤκουσεν» ἀντὶ τοῦ συνῆκε χρησάμενος ἀνάλογον τῷ «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω».

«Τὸν ποιητὴν» δὴ «καὶ πατέρα τοῦ παντὸς» ἡμεῖς φαμεν ἰδεῖν «ἔργον». Βλέπεται δὲ οὐ μόνον κατὰ τὸ «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται», ἀλλὰ καὶ κατὰ τὸ λεγόμενον ὑπὸ τῆς εἰκόνος «τοῦ ἀοράτου θεοῦ» ἐν τῷ «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με». Ἐν τούτοις γὰρ οὐδεὶς ἂν νοῦν ἔχων φήσειεν ὅτι ἀναφέρων ταῦτα ὁ Ἰησοῦς ἐπὶ τὸ αἰσθητὸν αὐτοῦ καὶ βλεπόμενον τοῖς ἀνθρώποις σῶμα εἶπε τό· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με»· ἔσονται γὰρ κατὰ τοῦτο ἑωρακότες τὸν πατέρα θεὸν καὶ πάντες οἱ λέγοντες· «Σταύρου σταύρου αὐτὸν» καὶ ὁ ἐξουσίαν κατὰ τοῦ ἀνθρωπίνου αὐτοῦ Πιλᾶτος λαβών, ὅπερ ἐστὶν ἄτοπον. Ὅτι δὲ τὸ «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με» οὐκ ἐπὶ τὴν κοινοτέραν ἐκδοχὴν ἀναφέρεται, δῆλον ἐκ τοῦ εἰρῆσθαι τῷ Φιλίππῳ· «Τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Τοῦτο δ' εἴρηκεν αὐτῷ ἀξιώσαντι καὶ λέγοντι· «Δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.» Νοήσας τις οὖν πῶς δεῖ ἀκούειν περὶ μονογενοῦς θεοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ πρωτοτόκου «πάσης κτίσεως», καθότι «ὁ λόγος» γέγονε «σάρξ», ὄψεται πῶς ἰδών τις τὴν εἰκόνα «τοῦ ἀοράτου θεοῦ» γνώσεται «τὸν πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντός».

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy