57.
Εἶθ' ἑξῆς ὡσπερεὶ σκοπὸν ἔχων τὸ συμπληροῦν βιβλίον ἐβούλετο ἡμᾶς μᾶλλον τὸν Ἰωνᾶν νομίσαι θεὸν ἤπερ Ἰησοῦν, Ἰωνᾶν, τὸν κηρύξαντα μετάνοιαν μιᾷ πόλει τῇ Νινευή, προκρίνων Ἰησοῦ, τοῦ κηρύξαντος μετάνοιαν ὅλῳ τῷ κόσμῳ καὶ μᾶλλον ἐκείνου ἀνύσαντος. Καὶ τὸν μὲν «ἐν τῇ κοιλίᾳ τοῦ κήτους» τεραστίως ποιήσαντα καὶ παραδόξως «τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας» ἐβούλετο ἡμᾶς ἀναγορεῦσαι θεόν, τὸν δ' ἀναδεξάμενον ὑπὲρ ἀνθρώπων ἀποθανεῖν οὐκ ἤθελε Κέλσος, μαρτυρούμενον ὑπὸ τοῦ θεοῦ διὰ τῶν προφητῶν, ἄξιον εἶναι τῆς δευτερευούσης μετὰ τὸν θεὸν τῶν ὅλων, δι' ἃ ἐποίησεν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἀνδραγαθήματα, τιμῆς. Καὶ Ἰωνᾶς μέν, <φεύγων> ἵνα μὴ κηρύξῃ τὸ προστεταγμένον ὑπὸ τοῦ θεοῦ, κατεπόθη ὑπὸ τοῦ κήτους, Ἰησοῦς δέ, ἐπεὶ ἐδίδαξεν ἅπερ ὁ θεὸς ἐβούλετο, τὸν ὑπὲρ ἀνθρώπων θάνατον ἀνεδέξατο.
Ἑξῆς δέ φησιν ὅτι ἔδει μᾶλλον τὸν Δανιήλ, ἀναβάντα ἀπὸ τῶν λεόντων, προσκυνεῖσθαι ὑφ' ἡμῶν ἤπερ τὸν Ἰησοῦν, τὴν ἀγριότητα πάσης δυνάμεως ἀντικειμένης καταπατήσαντα καὶ ἡμῖν δόντα «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». Εἶτα μὴ ἔχων ἄλλους λέγειν φησίν· Ἢ οἱ τῶνδε ἔτι τερατωδέστεροι, ἅμα ἵνα λοιδορήσῃ τὸν Ἰωνᾶν καὶ τὸν Δανιήλ· τὸ γὰρ ἐν Κέλσῳ πνεῦμα εὐλογεῖν δικαίους οὐκ ἠπίστατο.