• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ὄγδοος

5.

Πολλῶν τοίνυν λεγομένων ἢ ὄντων θεῶν ὁμοίως δὲ καὶ κυρίων, ἡμεῖς πάντα πράττομεν, ἵν' οὐ μόνα τὰ προσκυνούμενα ὡς θεοὺς παρὰ τοῖς ἐπὶ γῆς ἔθνεσιν ὑπεραναβῶμεν ἀλλὰ γὰρ καὶ οὕς φασιν αἱ γραφαὶ θεούς, περὶ ὧν οὐδὲν ἴσασιν οἱ «ξένοι τῶν» διὰ Μωϋσέως καὶ τοῦ σωτῆρος Ἰησοῦ ἡμῶν «διαθηκῶν» τοῦ θεοῦ καὶ οἱ ἀλλότριοι τῶν διὰ τούτων δηλουμένων ἐπαγγελιῶν αὐτοῦ. Ὑπεραναβαίνει δὲ τὴν παρὰ πᾶσι δαιμονίοις δουλείαν ὁ μηδὲν ἔργον δαιμονίοις φίλον ποιῶν, καὶ ὑπεραναβαίνει τὴν μερίδα τῶν παρὰ Παύλῳ λεγομένων εἶναι θεῶν ὁ σκοπῶν, εἴτε ὡς ἐκεῖνοι εἴθ' ὅπως ποτὲ ἔχει τὰ πράγματα, οὐ «τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα»· καὶ ὁρῶν τις, τίνα τρόπον καὶ «Ἡ τῆς κτίσεως ἀποκαραδοκία τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. <Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη>, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι», εὐφημῶν τὴν κτίσιν καὶ βλέπων, τίνα τρόπον «ἐλευθερωθήσεται» πᾶσα «ἀπὸ τῆς δουλείας τῆς φθορᾶς» καὶ καταντήσεται «εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ», οὐ περισπᾶται πρὸς <τὸ> τῷ θεῷ καὶ ἄλλῳ τινὶ δουλεύειν μετ' αὐτοῦ οὐδὲ πρὸς τὸ «δυσὶ κυρίοις δουλεύειν».

Οὐ στάσεως οὖν φωνὴ ἐπὶ τοῖς νοήσασι τὰ τοιαῦτα καὶ μὴ θέλουσι «δουλεύειν» πλείοσι «κυρίοις», διὰ τοῦτο ἀρκουμένοις κυρίῳ Ἰησοῦ Χριστῷ, παιδεύοντι ὑφ' ἑαυτῷ τοὺς δουλεύοντας αὐτῷ, ἵν' αὐτοὺς πεπαιδευμένους παραδῷ γενομένους «βασιλείαν» ἀξίαν θεοῦ τῷ θεῷ καὶ πατρί. Ἀλλὰ καὶ ἀποσχίζουσι καὶ ἀποῤῥηγνύουσιν ἑαυτοὺς ἀπὸ τῶν ἀλλοτρίων «τῆς πολιτείας» τοῦ θεοῦ καὶ ξένων «τῶν διαθηκῶν» αὐτοῦ, ἵνα «τὸ ἐν οὐρανοῖς πολίτευμα» πολιτεύσωνται, προσερχόμενοι θεῷ ζῶντι «καὶ πόλει θεοῦ, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων, ἀπογεγραμμένων ἐν οὐρανῷ».

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy