• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ὄγδοος

29.

Ἰστέον μέντοι γε ὅτι, Ἰουδαίων οἰομένων νοεῖν τὸν Μωϋσέως νόμον καὶ τηρούντων ἐπὶ τῶν βρωμάτων τὸ μεταλαμβάνειν μὲν τῶν νενομισμένων αὐτοῖς καθαρῶν ἀπέχεσθαι δὲ τῶν ἀκαθάρτων ἀλλὰ καὶ μὴ χρῆσθαι αἵματι ζῴου εἰς τροφὴν μηδὲ τοῖς θηριαλώτοις καὶ ἄλλοις, περὶ ὧν πολὺς λόγος καὶ διὰ τοῦτο νῦν οὐκ εὔκαιρον ἐξετασθῆναι, ἡ τοῦ Ἰησοῦ διδασκαλία, βουλομένη πάντας ἀνθρώπους προσκαλέσασθαι εἰς τὴν καθαρὰν θεοσέβειαν καὶ μὴ προφάσει τῆς περὶ βρωμάτων βαρυτέρας νομοθεσίας κωλύειν πολλοὺς τῶν δυναμένων ὠφεληθῆναι εἰς ἤθη ἀπὸ χριστιανισμοῦ, ἀπεφήνατο ὅτι «Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα ἐκ τοῦ στόματος»· τὰ μὲν γὰρ «εἰσερχόμενα εἰς τὸ στόμα εἰς τὴν κοιλίαν», φησί, «χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται», τὰ δ' ἐξιόντα ἐκ τοῦ στόματος «διαλογισμοί» εἰσι «πονηροὶ» λαλούμενοι καὶ «φόνοι» καὶ «μοιχεῖαι» καὶ «πορνεῖαι κλοπαί» τε καὶ «ψευδομαρτυρίαι» καὶ «βλασφημίαι». Φησὶ δὲ καὶ ὁ Παῦλος ὅτι «Βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτ' ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα». Εἶτ' ἐπεὶ ἔχει τινὰ ἀσάφειαν ταῦτα, εἰ μὴ τύχοι διαρθρώσεως, «Ἔδοξε τοῖς τοῦ Ἰησοῦ ἀποστόλοις καὶ τοῖς» ἐν Ἀντιοχείᾳ συναχθεῖσιν ἐπὶ τὸ αὐτὸ «πρεσβυτέροις» καί, ὡς αὐτοὶ οὗτοι ὠνόμασαν, καὶ «τῷ ἁγίῳ πνεύματι» γράψαι τοῖς ἀπὸ τῶν ἐθνῶν πιστεύουσιν ἐπιστολήν, μόνα <τά>, ὡς ὠνόμασαν, «ἐπάναγκες» ἀπαγορεύουσαν ἐσθίειν· ταῦτα δ' ἐστὶ τὰ ἤτοι εἰδωλόθυτα ἢ τὰ πνικτὰ ἢ τὸ αἷμα.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy