• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ὄγδοος

71.

Εἶτα πάλιν, ὡς ἔθος τῷ Κέλσῳ, φύρει ἐν τοῖς ἑξῆς λέγων ἃ οὐδεὶς ἡμῶν ἀνέγραψε· φησὶ γὰρ τοιαῦτα· Οὐ μὴν οὐδὲ ἐκεῖνο ἀνεκτόν σου λέγοντος, ὡς, ἂν οἱ νῦν βασιλεύοντες ἡμῶν σοι πεισθέντες ἁλῶσι, τοὺς αὖθις βασιλεύοντας πείσεις εἶτ' ἄλλους, ἂν κἀκεῖνοι ἁλῶσι, καὶ ἄλλους ἐπ' ἄλλοις, μέχρι πάντων τῶν σοι πειθομένων ἁλισκομένων μία τις ἀρχὴ σωφρονήσασα καὶ προειδομένη τὸ συμβαῖνον πάντας ὑμᾶς, πρὶν αὐτὴν προαπολέσθαι, παγγενεὶ διολέσει. Εἰπεῖν δὲ περὶ τούτων οὐχ αἱρεῖ λόγος, οὐ γὰρ λέγει τις ἡμῶν περὶ τῶν νῦν βασιλευόντων ὅτι, ἐὰν πεισθέντες ἁλῶσι, τοὺς μετ' αὐτοὺς πάλιν πείσομεν, κἀκείνων ἁλόντων πάλιν τοὺς ἑξῆς πείσομεν. Πόθεν δὲ καὶ ἀπέῤῥιψεν ὅτι κατὰ διαδοχὴν ἀεὶ τῶν ὑστέρων πειθομένων ἡμῖν καὶ ἁλισκομένων διὰ τὸ μὴ ἀμύνεσθαι τοὺς πολεμίους μία τις ἀρχὴ σωφρονήσασα καὶ προειδομένη τὸ συμβαῖνον παγγενεὶ ἡμᾶς διολέσει; Ἀλλ' ἔοικε φλυαρίας ἐν τούτοις ἑξῆς συνάπτων καὶ τοῦτ' ἀφ' ἑαυτοῦ ἀπεῤῥοιβδηκέναι.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy