• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος πρῶτος

59.

Ἐπὶ μεγάλοις [τετήρηται] πράγμασι καὶ μεγίσταις μεταβολαῖς τῶν ἐπὶ γῆς ἀνατέλλειν [τοὺς τοιούτους ἀστέρας], σημαίνοντας ἢ μεταστάσεις βασιλειῶν ἢ πολέμους ἢ ὅσα δύναται ἐν ἀνθρώποις συμβῆναι, [σεῖσαι τὰ ἐπὶ γῆς] δυνάμενα. [Ἀνέγνωμεν δ' ἐν τῷ περὶ κομητῶν Χαιρήμονος τοῦ στωϊκοῦ συγγράμματι, τίνα τρόπον ἔσθ' ὅτε καὶ ἐπὶ χρηστοῖς ἐσομένοις κομῆται ἀνέτειλαν], καὶ ἐκτίθεται τὴν περὶ τούτων ἱστορίαν. [Εἴπερ οὖν ἐπὶ βασιλείαις καιναῖς ἢ ἄλλοις μεγάλοις συμπτώμασιν ἐπὶ γῆς ἀνατέλλει ὁ καλούμενος κομήτης ἤ τις τῶν παραπλησίων ἀστήρ, τί θαυμαστὸν ἐπὶ τῇ γενέσει τοῦ καινοτομεῖν μέλλοντος ἐν τῷ γένει τῶν ἀνθρώπων καὶ διδασκαλίαν ἐπεισάγειν οὐ μόνον Ἰουδαίοις ἀλλὰ καὶ Ἕλλησι πολλοῖς δὲ καὶ τοῖς βαρβάρων ἔθνεσιν ἀστέρα ἀνατεταλκέναι;] Ἐγὼ δ' εἴποιμ' ἂν ὅτι [περὶ μὲν τῶν κομητῶν οὐδεμία προφητεία φέρεται], ὡς ὅτι κατὰ τήνδε τὴν βασιλείαν ἢ τούσδε τοὺς χρόνους ἀνατελεῖ τοιόσδε κομήτης· [περὶ δὲ τοῦ ἐπὶ τῇ γενέσει τοῦ Ἰησοῦ ἀνατείλαντος ἐπροφήτευσε Βαλαὰμ λέγων, ὡς ἀνέγραψε Μωϋσῆς· «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ.»] Εἰ δὲ δεήσει [καὶ τὰ περὶ τῶν μάγων ἀναγραφέντα] ἐπὶ τῇ γενέσει τοῦ Ἰησοῦ καὶ τοῦ ὦφθαι τὸν ἀστέρα ἐξετάσαι, τοιαῦτα ἂν εἴποιμεν, τινὰ μὲν πρὸς Ἕλληνας ἄλλα δὲ πρὸς Ἰουδαίους.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy