Θ Οἱ κατὰ Κόμοδον ἐπισκοπεύσαντες.
[5.9.1] Ἐννέα δὲ καὶ δέκα ἔτεσιν τῆι βασιλείαι διαρκέσαντος Ἀντωνίνου, Κόμοδος τὴν ἡγεμονίαν παραλαμβάνει· οὗ κατὰ τὸ πρῶτον ἔτος τῶν κατ' Ἀλεξάνδρειαν ἐκκλησιῶν Ἰουλιανὸς ἐγχειρίζεται τὴν ἐπισκοπήν, ἐπὶ δυοκαίδεκα ἔτεσιν Ἀγριππίνου τὴν λειτουργίαν ἀποπλήσαντος.