• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Eusebius of Caesarea (260-339) Historia Ecclesiastica Ἐκκλησιαστικὴ ἱστορία
Βιβλίον Ϛʹ Τάδε καὶ ἡ ςʹ περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας

ΛΓ Περὶ τῆς Βηρύλλου παρατροπῆς.

[6.33.1] Βήρυλλος ὁ μικρῶι πρόσθεν δεδηλωμένος Βόστρων τῆς Ἀραβίας ἐπίσκοπος, τὸν ἐκκλησιαστικὸν παρεκτρέπων κανόνα, ξένα τινὰ τῆς πίστεως παρεισφέρειν ἐπειρᾶτο, τὸν σωτῆρα καὶ κύριον ἡμῶν λέγειν τολμῶν μὴ προϋφεστάναι κατ' ἰδίαν οὐσίας περιγραφὴν πρὸ τῆς εἰς ἀνθρώπους ἐπιδημίας μηδὲ μὴν θεότητα ἰδίαν ἔχειν, ἀλλ' ἐμπολιτευο μένην αὐτῶι μόνην τὴν κατρικήν. [6.33.2] ἐπὶ τούτωι πλείστων ἐπισκόπων ζητήσεις καὶ διαλόγους πρὸς τὸν ἄνδρα πεποιημένων, μεθ' ἑτέρων παρακληθεὶς Ὠριγένης κάτεισι μὲν εἰς ὁμιλίαν τὰ πρῶτα τῶι ἀνδρί, τίνα νοῦν ἔχοι, ἀποπειρώμενος, ὡς δ' ἔγνω ὅ τι καὶ λέγοι, εὐθύνας μὴ ὀρθοδοξοῦντα λογισμῶι τε πείσας, τῆι περὶ τοῦ δόγματος ἐφίστησιν ἀληθείαι ἐπί τε τὴν προτέραν ὑγιῆ δόξαν ἀποκαθίστησιν. [6.33.3] καὶ φέρεταί γε εἰς ἔτι νῦν ἔγγραφα τοῦ τε Βηρύλλου καὶ τῆς δι' αὐτὸν γενομένης συνόδου, ὁμοῦ τὰς Ὠριγένους πρὸς αὐτὸν ζητήσεις καὶ τὰς λεχθείσας ἐπὶ τῆς αὐτοῦ παροικίας διαλέξεις ἕκαστά τε τῶν τότε πεπραγμένων περιέχοντα. [6.33.4] καὶ ἄλλα μὲν οὖν μυρία Ὠριγένους πέρι μνήμηι παραδιδόασιν τῶν καθ' ἡμᾶς οἱ πρεσβύτεροι, ἃ καὶ παρήσειν μοι δοκῶ, οὐ τῆς ἐνεστώσης ἐχόμενα πραγματείας· ὅσα δὲ ἀναγκαῖα τῶν περὶ αὐτὸν διαγνῶναι ἦν, ταῦτα καὶ ἐκ τῆς ὑπὲρ αὐτοῦ πεπονημένης ἡμῖν τε καὶ τῶι καθ' ἡμᾶς ἱερῶι μάρτυρι Παμφίλωι ἀπολογίας πάρεστιν ἀναλέξασθαι, ἣν τῶν φιλαιτίων ἕνεκα συμπονήσαντες ἀλλήλοις διὰ σπουδῆς πεποιήμεθα.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ἐκκλησιαστικὴ ἱστορία
Translations of this Work
Histoire ecclésiastique Compare
Kirchengeschichte (BKV) Compare
The Church History of Eusebius Compare
Commentaries for this Work
Einleitung: Kirchengeschichte des Eusebius
Introduction to Eusebius' Church History
Supplementary Notes and Tables

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy