Ε Περὶ τῆς μετὰ τὸν διωγμὸν εἰρήνης.
[7.5.1] «ἴσθι δὲ νῦν, ἀδελφέ, ὅτι ἥνωνται πᾶσαι αἱ πρότερον διεσχισμέναι κατά τε τὴν ἀνατολὴν ἐκκλησίαι καὶ ἔτι προσωτέρω, καὶ πάντες εἰσὶν ὁμόφρονες οἱ πανταχοῦ προεστῶτες, χαίροντες καθ' ὑπερβολὴν ἐπὶ τῆι παρὰ προσδοκίαν εἰρήνηι γενομένηι, Δημητριανὸς ἐν Ἀντιοχείαι, Θεόκτιστος ἐν Καισαρείαι, Μαζαβάνης ἐν Αἰλίαι, Μαρῖνος ἐν Τύρωι κοιμηθέντος Ἀλεξάνδρου, Ἡλιόδωρος ἐν Λαοδικείαι ἀναπαυσαμένου Θηλυμίδρου, Ἕλενος ἐν Ταρσῶι καὶ πᾶσαι αἱ τῆς Κιλικίας ἐκκλησίαι, Φιρμιλιανὸς καὶ πᾶσα Καππαδοκία· τοὺς γὰρ περιφανεστέρους μόνους τῶν ἐπισκόπων ὠνόμασα, ἵνα μήτε μῆκος τῆι ἐπιστολῆι μήτε βάρος προσάψω τῶι λόγωι. [7.5.2] αἱ μέντοι Συρίαι ὅλαι καὶ ἡ Ἀραβία, οἷς ἐπαρκεῖτε ἑκάστοτε καὶ οἷς νῦν ἐπεστείλατε, ἥ τε Μεσοποταμία Πόντος τε καὶ Βιθυνία καὶ συνελόντι εἰπεῖν ἀγαλλιῶνται πάντες πανταχοῦ τῆι ὁμονοίαι καὶ φιλαδελφίαι, δοξάζοντες τὸν θεόν». [7.5.3] ταῦτα μὲν ὁ Διονύσιος· Στέφανον δ' ἐπὶ δυσὶν ἀποπλήσαντα τὴν λειτουργίαν ἔτεσιν, Ξύστος διαδέχεται. τούτωι δευτέραν ὁ Διονύσιος περὶ βαπτίσματος χαράξας ἐπιστολήν, ὁμοῦ τὴν Στεφάνου καὶ τῶν λοιπῶν ἐπισκόπων γνώμην τε καὶ κρίσιν δηλοῖ, περὶ τοῦ Στεφάνου λέγων ταῦτα· [7.5.4] «ἐπεστάλκει μὲν οὖν πρότερον καὶ περὶ Ἑλένου καὶ περὶ Φιρμιλιανοῦ καὶ πάντων τῶν τε ἀπὸ Κιλικίας καὶ Καππαδοκίας καὶ δῆλον ὅτι Γαλατίας καὶ πάντων τῶν ἑξῆς ὁμορούντων ἐθνῶν, ὡς οὐδὲ ἐκείνοις κοινωνήσων διὰ τὴν αὐτὴν ταύτην αἰτίαν, ἐπειδὴ τοὺς αἱρετικούς, φησίν, ἀναβαπτίζουσιν. [7.5.5] καὶ σκόπει τὸ μέγεθος τοῦ πράγματος. ὄντως γὰρ δόγματα περὶ τούτου γέγονεν ἐν ταῖς μεγίσταις τῶν ἐπισκόπων συνόδοις, ὡς πυνθάνομαι, ὥστε τοὺς προσιόντας ἀπὸ αἱρέσεων προκατηχηθέντας εἶτα ἀπολούεσθαι καὶ ἀνακαθαίρεσθαι τὸν τῆς παλαιᾶς καὶ ἀκαθάρτου ζύμης ῥύπον. καὶ περὶ τούτων αὐτοῦ πάντων δεόμενος ἐπέστειλα». [7.5.6] καὶ μεθ' ἕτερά φησιν. «καὶ τοῖς ἀγαπητοῖς δὲ ἡμῶν καὶ συμπρεσβυτέροις Διονυσίωι καὶ Φιλήμονι, συμψήφοις πρότερον Στεφάνωι γενομένοις καὶ περὶ τῶν αὐτῶν μοι γράφουσιν, πρότερον μὲν ὀλίγα, καὶ νῦν δὲ διὰ πλειόνων ἐπέστειλα».