ΙΔ Οἱ κατ' ἐκεῖνο συνηκμακότες ἐπίσκοποι.
[7.14.1] Ἐν τούτωι δὲ τῆς μὲν Ῥωμαίων ἐκκλησίας εἰς ἔτι τότε καθηγεῖτο Ξύστος, τῆς δ' ἐπ' Ἀντιοχείας μετὰ Φάβιον Δημητριανός, Φιρμιλιανὸς δὲ Καισαρείας τῆς Καππαδοκῶν, καὶ ἐπὶ τούτοις τῶν κατὰ Πόντον ἐκκλησιῶν Γρηγόριος καὶ ὁ τούτου ἀδελφὸς Ἀθηνόδωρος, Ὠριγένους γνώριμοι· τῆς δ' ἐπὶ Παλαιστίνης Καισαρείας, Θεοκτίστου μεταλλάξαντος, διαδέχεται τὴν ἐπισκοπὴν Δόμνος, βραχεῖ δὲ χρόνωι τούτου διαγενομένου, Θεότεκνος, ὁ καθ' ἡμᾶς, διάδοχος καθίσταται· τῆς δ' Ὠριγένους διατριβῆς καὶ οὗτος ἦν. ἀλλὰ καὶ ἐν Ἱεροσολύμοις ἀναπαυσαμένου Μαζαβάνου, τὸν θρόνον Ὑμέναιος, ὁ καὶ αὐτὸς ἐπὶ πλείστοις τοῖς καθ' ἡμᾶς διαπρέψας ἔτεσιν, διεδέξατο.