• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Eusebius of Caesarea (260-339) Historia Ecclesiastica Ἐκκλησιαστικὴ ἱστορία
Βιβλίον Βʹ Τάδε καὶ ἡ βʹ περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας

ΚΑ Περὶ τοῦ Αἰγυπτίου, οὗ καὶ τῶν ἀποστόλων αἱ Πράξεις ἐμνημόνευσαν.

[2.21.1] Ἑξῆς δὲ τούτοις ἐπιφέρει μεθ' ἕτερα λέγων· «μείζονι δὲ τούτων πληγῆι Ἰουδαίους ἐκάκωσεν ὁ Αἰγύπτιος ψευδοπροφήτης. παραγενόμενος γὰρ εἰς τὴν χώραν ἄνθρωπος γόης καὶ προφήτου πίστιν ἐπιθεὶς ἑαυτῶι, περὶ τρισμυρίους μὲν ἀθροίζει τῶν ἠπατημένων, περιαγαγὼν δ' αὐτοὺς ἐκ τῆς ἐρημίας εἰς τὸ Ἐλαιῶν καλούμενον ὄρος, ἐκεῖθεν οἷός τε ἦν εἰς Ἱεροσόλυμα παρελθεῖν βιάζεσθαι καὶ κρατήσας τῆς τε Ῥωμαϊκῆς φρουρᾶς καὶ τοῦ δήμου τυραννικῶς χρώμενος τοῖς συνεισπε σοῦσιν δορυφόροις. φθάνει δ' αὐτοῦ τὴν ὁρμὴν Φῆλιξ, ὑπαν[2.21.2]τιάσας μετὰ τῶν Ῥωμαϊκῶν ὁπλιτῶν, καὶ πᾶς ὁ δῆμος συνεφήψατο τῆς ἀμύνης, ὥστε συμβολῆς γενομένης τὸν μὲν Αἰγύπτιον φυγεῖν μετ' ὀλίγων, διαφθαρῆναι δὲ καὶ ζωγρηθῆναι πλείστους τῶν σὺν αὐτῶι». [2.21.3] ταῦτα ἐν τῆι δευτέραι τῶν Ἱστοριῶν ὁ Ἰώσηπος· ἐπιστῆσαι δὲ ἄξιον τοῖς ἐνταῦθα κατὰ τὸν Αἰγύπτιον δεδηλωμένοις καὶ τοῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ἔνθα κατὰ Φήλικα πρὸς τοῦ ἐν Ἱεροσολύμοις χιλιάρχου εἴρηται τῶι Παύλωι, ὁπηνίκα κατεστασίαζεν αὐτοῦ τὸ τῶν Ἰουδαίων πλῆθος· «οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν ἐν τῆι ἐρήμωι τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;» ἀλλὰ τὰ μὲν κατὰ Φήλικα τοιαῦτα·

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ἐκκλησιαστικὴ ἱστορία
Translations of this Work
Histoire ecclésiastique Compare
Kirchengeschichte (BKV) Compare
The Church History of Eusebius Compare
Commentaries for this Work
Einleitung: Kirchengeschichte des Eusebius
Introduction to Eusebius' Church History
Supplementary Notes and Tables

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy