Δ Οἱ κατ' αὐτὸν Ῥωμαίων καὶ Ἀλεξανδρέων ἐπίσκοποι.
[4.4.1] Ἔτει δὲ τρίτωι τῆς αὐτῆς ἡγεμονίας Ἀλέξανδρος Ῥωμαίωνἐπίσκοπος τελευτᾶι, δέκατον τῆς οἰκονομίας ἀποπλήσας ἔτος· Ξύστος ἦν τούτωι διάδοχος. καὶ τῆς Ἀλεξανδρέων δὲ παροικίας ἀμφὶ τὸν αὐτὸν χρόνον Πρῖμον μεταλλάξαντα δωδεκάτωι τῆς προστασίας ἔτει διαδέχεται Ἰοῦστος.