IX.
Εἶτ’ οὐ λόγοις μὲν τοῦτ’ ἔπραττεν ἀφυστέρει δὲ τοῖς ἔργοις, διὰ πάσης δὲ χωρῶν ἀρετῆς παντοίοις εὐσεβείας καρποῖς ἐνηβρύνετο, μεγαλοψύχοις μὲν εὐεργεσίαις τοὺς γνωρίμους καταδουλούμενος, κρατῶν δὲ νόμοις φιλανθρωπίας, εὐήνιόν τε τὴν ἀρχὴν καὶ πολύευκτον ἅπασι τοῖς ἀρχομένοις κατεργαζόμενος, εἰσότε λοιπὸν μακραῖς περιόδοις ἐτῶν κεκμηκότα αὐτὸν θείοις ἄθλων ἀγῶσι βραβείοις ἀθανασίας ὃν ἐτίμα θεὸς ἀναδησάμενος, θνητῆς ἐκ βασιλείας ἐπὶ τὴν παρ’ αὐτῷ ψυχαῖς ὁσίαις τεταμιευμένην ἀτελεύτητον ζωὴν μετεστήσατο, τριττὴν παίδων γονὴν τῆς ἀρχῆς διάδοχον ἐγείρας. οὕτω δὴ καὶ ὁ θρόνος τῆς βασιλείας πατρόθεν μὲν εἰς αὐτὸν κατῄει, θεσμῷ δὲ φύσεως παισὶ καὶ τοῖς τούτων ἐκγόνοις ἐταμιεύετο εἰς ἀγήρω τε χρόνον οἷά τις πατρῷος ἐμηκύνετο κλῆρος. θεὸς μὲν οὖν αὐτός, καὶ σὺν ἡμῖν ἔτι ὄντα τὸν μακάριον θεοπρεπέσιν ὑψώσας τιμαῖς καὶ τελευτῶντα κοσμήσας ἐξαιρέτοις τοῖς παρ’ αὐτοῦ πλεονεκτήμασι, γένοιτ’ ἂν αὐτοῦ καὶ γραφεύς, πλαξὶν οὐρανίων στηλῶν τοὺς τῶν αὐτοῦ κατορθωμάτων ἄθλους εἰς μακροὺς ἐγχαράττων αἰῶνας.