XIII.
Τούτου τοῦ καταλόγου τῶν ἀνθρώπων, λέγω δὴ τῶν Χριστιανῶν (ὑπὲρ τούτων ὁ πᾶς μοι λόγος), πῶς οἴει με ἥδεσθαι ἀκούοντα ὅτι καὶ τῆς Περσίδος τὰ κράτιστα ἐπὶ πλεῖστον, ὥσπερ ἔστι μοι βουλομένῳ, κεκόσμηται. σοί τ’ οὖν ὡς ὅτι κάλλιστα ἐκείνοις θ’ ὡσαύτως ὑπάρχοι τὰ κάλλιστα, ὅτι σοὶ κἀκεῖνοι. οὕτω γὰρ ἕξεις τὸν τῶν ὅλων δεσπότην [πρᾶον], ἵλεω καὶ εὐμενῆ. τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζων· τούτους ἀγάπα ἁρμοδίως τῆς σεαυτοῦ φιλανθρωπίας· σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως τὴν χάριν.