• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Eusebius of Caesarea (260-339) Vita Constantini et Oratio ad coetum sanctorum Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Βασιλέως Κωνσταντίνου λόγος ὃν ἔγραψε τῷ τῶν ἁγίων συλλόγῳ

XVII

1. Οὐδεὶς δ' ἂν ἐκείνου τοῦ δήμου μακαριώτερος γεγόνει πώποτε ἢ γένοιτο, εἰ μὴ τὰς ψυχὰς αὐτῶν ἑκόντες τοῦ ἁγίου πνεύματος ἀπεκήρυξαν. τί δ' ἂν εἴποι τις ἄξιον περὶ Μωϋσέως; ὃς ἄτακτον δῆμον εἰς τάξιν ἀγαγών, πειθοῖ τε καὶ αἰδοῖ τὰς ψυχὰς αὐτῶν κατακοσμήσας, ἀντὶ μὲν αἰχμαλωσίας ἐλευθερίαν αὐτοῖς περιεποιεῖτο, ἀντὶ δὲ σκυθρωπότητος φαιδροὺς ἐποίει, καὶ εἰς τοσοῦτον τὴν ψυχὴν αὐτῶν προηγάγετο, ὥστε τῇ λίαν ἐπὶ τἀναντία μεταβολῇ τῇ τε τῶν κατορθωμάτων εὐτυχίᾳ ἀλαζονέστερον τῶν ἀνδρῶν τὸ φρόνημα γενέσθαι· ὃς τοσοῦτον ὑπερῆρε σοφίᾳ τοὺς πρὸ αὐτοῦ, ὥστε καὶ τοὺς ἐπαινουμένους ὑπὸ τῶν ἐθνῶν ἤτοι σοφοὺς καὶ φιλοσόφους ζηλωτὰς τῆς ἐκείνου σοφίας γενέσθαι.

2. Πυθαγόρας γὰρ τὴν ἐκείνου σοφίαν μιμησάμενος εἰς τοσοῦτον ἐπὶ σωφροσύνῃ διαβεβόηται, ὥστε καὶ τῷ σωφρονεστάτῳ Πλάτωνι παράδειγμα τὴν ἑαυτοῦ ἐγκράτειαν καταστῆσαι. Δανιὴλ δὲ ὁ θεσπίσας τὰ μέλλοντα καὶ τῆς ἐξοχωτάτης μεγαλοψυχίας ἐργάτης ἠθῶν τε καὶ παντὸς βίου κάλλει διαπρέψας πόσην τινὰ καὶ πῶς τραχεῖαν κατηγωνίσατο δυσχέρειαν τοῦ κατ' Ἀσσυρίαν τότε τυράννου;

3. ὄνομα δ' ἐκείνῳ Ναβουχοδονόσορ ἦν, οὗ πάσης τῆς γενεᾶς ἐξαλειφθείσης ἡ σεμνὴ καὶ ὑπερμεγέθης ἐκείνη δύναμις πρὸς τοὺς Πέρσας διῆλθε. διαβόητος γὰρ ἦν καὶ ἄχρι νῦν ἐστὶν ὁ πλοῦτος τοῦ τυράννου, καὶ ἡ ἄκαιρος περὶ τὴν μὴ δέουσαν θρησκείαν ἐπιμέλεια, μετάλλων τε παντοδαπῶν εἰς τὴν τῶν θεῶν κατασκευὴν δαψίλεια καὶ ναῶν οὐρανομήκη ὑψώματα, φρικτοί τε καὶ πρὸς ὠμότητα οἱ τῆς θρησκείας συντεθέντες νόμοι· ὧν πάντων ὁ Δανιὴλ καταφρονήσας διὰ τὴν ἄχραντον πρὸς τὸν ὄντως θεὸν εὐσέβειαν, τὴν ἄκαιρον τοῦ τυράννου σπουδὴν μεγάλου τινὸς κακοῦ ἐσομένην αἰτίαν ἐμαντεύετο. ἀλλ' οὐκ ἔπειθε τὸν τύραννον· ὁ γὰρ ἄφθονος πλοῦτος ἐμπόδιον πρὸς τὸ καλῶς φρονεῖν ὑπάρχει. τέλος γοῦν τὸ ἄγριον τῆς ἑαυτοῦ διανοίας ὁ δυνάστης ἐξέφηνε, θηρσὶν ἀγρίοις διαλυμανθῆναι τὸν δίκαιον κελεύσας.

4. γενναία γε μὴν καὶ ἡ τῶν ἀδελφῶν ἐν τῷ μαρτυρεῖν ὁμοδοξία· οὓς οἱ μετὰ ταῦτα ζηλώσαντες ὑπερμεγέθη δόξαν τῆς πρὸς τὸν σωτῆρα πίστεως ἤραντο, πυρὶ καὶ καμίνῳ καὶ τοῖς εἰς τὸ φαγεῖν αὐτοὺς τεταγμένοις δεινοῖς ἀδῄωτοι, ἁγνῇ τε σωμάτων προσβολῇ τὸ ἐμπεριεχόμενον τῇ καμίνῳ πῦρ ἀπωθούμενοι. Δανιὴλ δὲ μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων βασιλείας, ἀναιρεθείσης κεραυνῶν βολαῖς, ἐπὶ Καμβύσην τῶν Περσῶν βασιλέα μετῆλθεν ἐκ θείας προνοίας, φθόνος δὲ κἀνταῦθα, καὶ πρός γε τῷ φθόνῳ ὀλέθριοι μάγων ἐπιβουλαί, διαδοχαί τε κινδύνων μεγάλων τε καὶ πολλῶν, ἐξ ὧν πάντων συναιρομένης τῆς Χριστοῦ προνοίας σωθεὶς εὐχερῶς παντοίας ἀρετῆς πείρᾳ διέπρεψεν.

5. οἱ γάρ τοι μάγοι, τρὶς τῆς ἡμέρας εὐχομένου τοῦ ἀνδρὸς μεγάλας τε καὶ ἐξαισίους ἀρετὰς ἀξιομνημονεύτων ἔργων κατορθοῦντος, αὐτὴν τὴν τῶν εὐχῶν ἐπίτευξιν φθόνῳ διέβαλλον, ἐπικίνδυνον σφόδρα τὴν τοσαύτην αὐτοῦ δύναμιν διαβάλλοντες πρὸς τὸν δυνάστην ἔπεισαν αὐτόν, τοσούτων ἀγαθῶν δημοσίᾳ παραίτιον τοῖς Πέρσαις γενόμενον, λεόντων ἀγρίων θοίνῃ κατακριθῆναι. καθεῖρκτο δὲ κατακριθεὶς οὐκ εἰς ὄλεθρον ἀλλ' αἰώνιον εὐδοξίαν ὁ Δανιήλ, καὶ ἐν μέσοις τοῖς θηρσὶν ἐξεταζόμενος ἠπίων καὶ ἡμερωτέρων τῶν θηρίων ἢ τῶν καθειρξάντων ἐπειρᾶτο· πάντας γὰρ εὐχὴ κοσμιότητος καὶ σωφροσύνης ἀρετῇ συναιρομένη τιθασοὺς ἀπειργάζετο τοὺς λυσσώδεις τῇ φύσει.

6. γνωσθέντων δὲ τούτων τῷ Καμβύσῃ (οὐδὲ γὰρ δυνατὸν ἦν τοσαύτης οὕτω τε θείας δυνάμεως κατορθώματα ἐπισκιάζεσθαι), ὑπερεκπέπληκτο μὲν αὐτὸς τῷ θαύματι τῶν ἀγγελλομένων, μετεγίνωσκε δὲ ἐπὶ τῷ πεισθῆναι ταῖς διαβολαῖς τῶν μάγων εὐχερῶς· ὅμως γοῦν ἐτόλμησε τῆς θέας ἐκείνης ἐπόπτης γενέσθαι καὶ ἰδεῖν τὸν ἄνδρα ἑκατέρας τῆς χειρὸς ὑψώματι τὸν Χριστὸν ὑμνοῦντα, τοὺς δὲ λέοντας ὑποβεβλημένους καὶ οἱονεὶ τὰ ἴχνη τοῦ ἀνδρὸς προσκυνοῦντας, καὶ παραχρῆμα τοὺς ἀναπείσαντας αὐτὸν μάγους τῇ αὐτῇ ζημίᾳ κατέκρινε, καθεῖρξέ τε τῇ τῶν λεόντων αὐλῇ τοὺς μάγους, οἱ δὲ θῆρες οἱ τὸν μικρῷ πρόσθεν κολακεύσαντες ἐπεφοίτων τοῖς μάγοις καὶ πάντας αὐτοὺς κατὰ τὴν ἑαυτῶν φύσιν ἐλυμήναντο.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Translations of this Work
Vier Bücher über das Leben des Kaisers Konstantin und des Kaisers Konstantin Rede an die Versammlung der Heiligen (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy