• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Eusebius of Caesarea (260-339) Vita Constantini et Oratio ad coetum sanctorum Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Βασιλέως Κωνσταντίνου λόγος ὃν ἔγραψε τῷ τῶν ἁγίων συλλόγῳ

XIX

1. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσιν, καὶ ταῦτα ὁμολογοῦντες Ἐρυθραίαν γεγενῆσθαι Σίβυλλαν μάντιν, ὑποπτεύουσι δέ τινα τῶν τῆς ἡμετέρας θρησκείας ποιητικῆς μούσης οὐκ ἄμοιρον τὰ ἔπη ταῦτα πεποιηκέναι, νοθεύεσθαί τε αὐτὰ καὶ Σιβύλλης θεσπίσματα εἶναι λέγεσθαι, ἔχοντα βιωφελεῖς γνώμας τὴν πολλὴν τῶν ἡδονῶν περικοπτούσας. ἐξουσίαν καὶ ἐπὶ τὸν σώφρονά τε καὶ κόσμιον βίον ὁδηγούσας.

2. ἐν προφανεῖ δ' ἀλήθεια, τῆς τῶν ἡμετέρων ἀνδρῶν ἐπιμελείας συλλεξάσης τοὺς χρόνους ἀκριβέστερον, ὡς πρὸς τὸ μηδένα τοπάζειν μετὰ τὴν τοῦ Χριστοῦ κάθοδον καὶ κρίσιν γεγενῆσθαι τὸ ποίημα καὶ ὡς πάλαι προλεχθέντων ὑπὸ Σιβύλλης τῶν ἐπῶν ψεῦδος διαφημίζεσθαι.

3. ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον καὶ ἐντάξαι αὐτὸ τοῖς ἑαυτοῦ συντάγμασιν, τοῦτον <δ'> ἀνῃρῆσθαι κρατήσαντος Ἀντωνίου· Ἀντωνίου δ' αὖ πάλιν Αὔγουστον περιγεγενῆσθαι, ὃς ἓξ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσε. τοῦτον Τιβέριος διεδέξατο, καθ' ὃν χρόνον ἡ τοῦ σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας ἐπεκράτησε μυστήριον ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη, περὶ ἧς οἶμαι λέγειν

4. τὸν ἐξοχώτατον τῶν κατὰ Ἰταλίαν ποιητῶν·

Ἔνθεν ἔπειτα νέα πληθὺς ἀνδρῶν ἐφαάνθη.

καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ·

Σικελίδες Μοῦσαι, μεγάλην φάτιν ὑμνήσωμεν.

τί τούτου φανερώτερον; προστίθησι γάρ·

Ἤλυθε Κυμαίου μαντεύματος εἰς τέλος ὀμφή,

Κυμαίαν αἰνιττόμενος δηλαδὴ τὴν Σίβυλλαν.

5. καὶ οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ μαρτυρίαν ἐπιποθούσης· τί λέγων [αὖθις];

Αὖθις ἄρ' αἰώνων ἱερὸς στίχος ὄρνυται ἡμῖν·

Ἥκει παρθένος αὖθις ἄγουσ' ἐρατὸν βασιλῆα.

6. τίς οὖν ἂν εἴη παρθένος ἡ ἐπανήκουσα; ἆρ' οὐχ ἡ πλήρης τε καὶ ἔγκυος γενομένη τοῦ θείου πνεύματος; καὶ τί τὸ κωλῦον τὴν ἔγκυον τοῦ θείου πνεύματος κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; ἐπανήξει δὲ ἐκ δευτέρου, ὅταν καὶ ὁ θεὸς ἐκ δευτέρου τὴν οἰκουμένην παραγενόμενος ἐπικουφίσῃ.

7. καὶ προστίθησιν ὁ ποιητής·

Τὸν δὲ νεωστὶ πάϊν τεχθέντα, φαεσφόρε μήνη,

Ἀντὶ σιδηρείης χρυσῆν γενεὴν ὀπάσαντα,

Προσκύνει.

Τοῦδε γὰρ ἄρχοντος τὰ μὲν ἕλκεα πάντα βρότεια

<Ἴαται>, στοναχαὶ δὲ κατευνάζονται ἀλιτρῶν.

8. συνίεμεν δὴ φανερῶς τε ἅμα καὶ ἀποκρύφως δι' ἀλληγοριῶν τα<ῦτα> λεχθέντα, τοῖς μὲν βαθύτερον ἐξετάζουσι τὴν τῶν ἐπῶν δύναμιν ὑπ' ὄψιν ἀγομένης τῆς τοῦ Χριστοῦ θεότητος,

9. ὅπως δὲ μή τις τῶν δυναστευόντων ἐν τῇ βασιλευούσῃ πόλει ἐγκαλεῖν ἔχῃ τῷ ποιητῇ, ὡς παρὰ τοὺς πατρῴους νόμους συγγράφοντι ἐκβάλλοντί τε τὰ πάλαι ὑπὸ τῶν προγόνων περὶ τῶν θεῶν νομιζόμενα, ἐπικαλύπτεται τὴν ἀλήθειαν. ἠπίστατο γὰρ οἶμαι τὴν μακαρίαν καὶ ἐπώνυμον τοῦ σωτῆρος τελετήν, ἵνα δὲ τὸ ἄγριον τῆς ὠμότητος ἐκκλίνοι, ἤγαγε τὰς διανοίας τῶν ἀκουόντων πρὸς τὴν ἑαυτῶν συνήθειαν, καί φησι χρῆναι βωμοὺς ἱδρύσθαι καὶ νεὼς κατασκευάζειν θυσίας τ' ἐπιτελεῖσθαι τῷ νεωστὶ τεχθέντι. ἀκολούθως δὲ καὶ τὰ λοιπὰ ἐπήγαγε τοῖς φρονοῦσι. φησὶ γάρ·

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Translations of this Work
Vier Bücher über das Leben des Kaisers Konstantin und des Kaisers Konstantin Rede an die Versammlung der Heiligen (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2026 Gregor Emmenegger
Imprint
Privacy policy