• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Eusebius of Caesarea (260-339) Vita Constantini et Oratio ad coetum sanctorum Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Βασιλέως Κωνσταντίνου λόγος ὃν ἔγραψε τῷ τῶν ἁγίων συλλόγῳ

XXVI

1. Ὅταν δὲ τὴν ἐμὴν ὑπηρεσίαν ἐπαινῶσιν, ἐξ ἐπιπνοίας θεοῦ τὴν ἀρχὴν ἔχουσαν, ἆρ' οὐ τῆς ἐμῆς ἀνδραγαθίας τὸν θεὸν αἴτιον εἶναι διαβεβαιοῦνται; πάντων γε μάλιστα· ἔστι γὰρ θεοῦ ἴδιον τὸ τὰ ἄριστα προστάττειν, ἀνθρώπων δὲ τὸ τῷ θεῷ πείθεσθαι. ἔστι δὲ οἶμαι διακονία καλλίστη τε καὶ ἀρίστη, εἴ τις πρὸ τῆς ἐγχειρήσεως προκατασκευάζει τὴν τῶν πραχθησομένων ἀσφάλειαν.

2. καὶ ἐπίστανταί γε πάντες ἄνθρωποι τὴν τῶνδε τῶν χειρῶν ἁγιωτάτην λατρείαν ὀφείλεσθαι τῷ θεῷ πίστει καθαρᾷ καὶ εἰλικρινεστάτῃ, καὶ σύν γε ταῖς χερσὶν εὐχαῖς τε καὶ λιτανείας πᾶν, ὅσον ἤνυσται ὑπὲρ συμφέροντος, κατορθοῦσθαι, προσγενομένης ὠφελείας ἰδίᾳ τε καὶ δημοσίᾳ τοσαύτης, ὅσην ἂν ἕκαστος αὐτῷ τε καὶ τοῖς φιλτάτοις ηὔξατο. ἱστόρησαν δὲ καὶ τὰς μάχας, καὶ ἐθεάσαντο [καὶ] τὸν πόλεμον, τῆς τοῦ θεοῦ προνοίας τὴν νίκην τῷ δήμῳ βραβευούσης, καὶ εἶδον τὸν θεὸν ταῖς ἡμετέραις εὐχαῖς συναιρόμενον· ἀνίκητον γὰρ χρῆμα ἡ δικαία προσευχή, καὶ οὐδεὶς ὁσίως λιτανεύων ἀποτυγχάνει τοῦ σκοποῦ· οὐδὲ γὰρ περιλείπεται τόπος ἀποτεύγματι, εἰ μὴ μόνον ἔνθα ἂν τὸ τῆς πίστεως ὀκλάζῃ· ὁ γάρ τοι θεὸς ἀεὶ πάρεστιν εὐμενὴς τὴν τῶν ἀνθρώπων προσδεχόμενος καλοκἀγαθίαν· διὸ ἀνθρώπινον μὲν πταῖσαί ποτε, ὁ δὲ θεὸς ἀναίτιος τῶν ἀνθρωπίνων πταισμάτων· χρὴ τοίνυν πάντας τοὺς τὴν εὐσέβειαν καταδιώκοντας χάριν ὁμολογεῖν τῷ σωτῆρι τῶν πάντων ἕνεκεν τῆς ἡμετέρας αὐτῶν σωτηρίας καὶ τῆς τῶν δημοσίων πραγμάτων εὐμοιρίας, ὁσίαις τε εὐχαῖς καὶ λιτανείαις ἐπαλλήλοις ἐξιλεοῦσθαι τὸν Χριστὸν ἡμῖν, ὅπως τὰς εὐεργεσίας αὐτοῦ διαφυλάττοι· οὗτος γάρ ἐστιν ἀήττητος σύμμαχος καὶ ὑπερασπιστὴς τῶν δικαίων, ὁ δὲ αὐτὸς κριτὴς ἄριστος, ἀθανασίας ἡγεμών, ἀιδίου ζωῆς χορηγός.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Translations of this Work
Vier Bücher über das Leben des Kaisers Konstantin und des Kaisers Konstantin Rede an die Versammlung der Heiligen (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy