• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Eusebius of Caesarea (260-339) Vita Constantini et Oratio ad coetum sanctorum Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Λόγος α´

XXXVIII.

Ἤδη δ’ αὐτῆς Ῥώμης ἄγχιστα ἦν. εἶθ’ ὡς μὴ τοῦ τυράννου χάριν Ῥωμαίοις πολεμεῖν ἐξαναγκάζοιτο, θεὸς αὐτὸς οἷα δεσμοῖς τισι τὸν τύραννον πορρωτάτω πυλῶν ἐξέλκει, καὶ τὰ πάλαι δὴ κατ’ ἀσεβῶν ὡς ἐν μύθου λόγῳ παρὰ τοῖς πλείστοις ἀπιστούμενα, πιστά γε μὴν πιστοῖς ἱεραῖς βίβλοις ἐστηλιτευμένα, αὐταῖς ἐνεργείαις ἅπασιν ἁπλῶς εἰπεῖν πιστοῖς ἅμα καὶ ἀπίστοις ὀφθαλμοῖς τὰ παράδοξα θεωμένοις ἐπιστώσατο. ὥσπερ γοῦν ἐπ’ αὐτοῦ ποτε Μωϋσέως τοῦ τε θεοσεβοῦς Ἑβραίων γένους «ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν καὶ ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ», κατὰ τὰ αὐτὰ δὴ καὶ Μαξέντιος οἵ τ’ ἀμφ’ αὐτὸν ὁπλῖται καὶ δορυφόροι «ἔδυσαν εἰς βυθὸν ὡσεὶ λίθος», ὁπηνίκα νῶτα δοὺς τῇ ἐκ θεοῦ μετὰ Κωνσταντίνου δυνάμει τὸν πρὸ τῆς πορείας διῄει ποταμόν, ὃν αὐτὸς σκάφεσι ζεύξας καὶ εὖ μάλα γεφυρώσας μηχανὴν ὀλέθρου καθ’ ἑαυτοῦ συνεπήξατο, ὧδέ πῃ ἑλεῖν τὸν τῷ θεῷ φίλον ἐλπίσας. ἀλλὰ τῷδε μὲν δεξιὸς παρῆν ὁ αὐτοῦ θεός, ὁ δ’ ἄρα τὰς κρυφίους μηχανὰς καθ’ ἑαυτοῦ δείλαιος συνίστη. ἐφ’ ᾧ καὶ ἦν εἰπεῖν, ὡς ἄρα «λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.» οὕτω δῆτα θεοῦ νεύματι τῶν ἐπὶ τοῦ ζεύγματος μηχανῶν τοῦ τ’ ἐν αὐτοῖς ἐγκρύμματος οὐ κατὰ καιρὸν τὸν ἐλπισθέντα <διαρρυεισῶν> ὑφιζάνει μὲν ἡ διάβασις, χωρεῖ δ’ ἀθρόως αὔτανδρα κατὰ τοῦ βυθοῦ τὰ σκάφη, καὶ αὐτός γε πρῶτος ὁ δείλαιος, εἶτα δὲ καὶ οἱ ἀμφ’ αὐτὸν ὑπασπισταί τε καὶ δορυφόροι, ᾗ τὰ θεῖα προανεφώνει λόγια, «ἔδυσαν ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ.» ὥστ’ εἰκότως ἂν εἰ καὶ μὴ λόγοις, ἔργοις δ’ οὖν ὁμοίως τοῖς ἀμφὶ τὸν μέγαν θεράποντα Μωϋσέα τοὺς παρὰ θεοῦ τὴν νίκην ἀραμένους αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πως ἀνυμνεῖν καὶ λέγειν· «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·» καί «τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα.»

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Translations of this Work
Vier Bücher über das Leben des Kaisers Konstantin und des Kaisers Konstantin Rede an die Versammlung der Heiligen (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy